next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ὅσα μὲν δὴ θεοῖς γενεθλίοις τε καὶ πατρῴοις καὶ πρό γε τούτων καὶ μετὰ τούτους τῷ σωτῆρι καὶ τοῦ βίου καθηγεμόνι καὶ πᾶν τι ἂν εἴποι τις εἰκότα ἦν ἀφ᾽ ἑστίας [p. 114] ἀρξάμενα κατηῦκται πρεπόντως: οἷς δ᾽ ἄν τις ἀγήλαι τήνδε τὴν ἡμέραν πρεσβεύων γε δὴ τὸν νόμον, ὃς ἐπὶ τούτοις νενίκηκεν, ἐκπληροῦται τὰ νῦν εἰς δύναμιν, πάντων πᾶσαν προθυμίαν εἰσφερομένων. ὥστ᾽ οὐ μικρῷ τῷ παρεῖναι τεκμήρασθαι πρὸς εὐθυμίας ὁπόσον οὐκ ἰδίᾳ μόνον, ἀλλὰ καὶ δημοσίᾳ τὸ σχῆμα τῆς πόλεως ἐπιδέδωκεν, ὥσπερ αἴσθησιν ἀθρόαν νῦν γε δὴ μάλιστα λαβούσης, ὅσῳ παραλλάττει τὰς λοιπὰς εὐδαιμονίᾳ, καθάπερ πᾶσιν οἷς ἐκρίθη πρωτεύειν δικαίοις καὶ τὴν τοῦδε γένεσιν ἔχουσα προσθεῖναι. μάλιστα μὲν γὰρ κἀκείνων ἑκάστη, λέγω δ᾽ ὧν τις καὶ λόγος ἐστὶ καὶ μέγα τοὔνομα, οὐκ ἀπέχονται μὴ οὐ πολίτην τιθέναι καὶ τῷ προσρήματι τούτῳ καλεῖν, ὅπου γε καὶ προστάτην ἀτεχνῶς ὥσπερ τινὲς μητέρες ἀντιποιούμεναι παιδὸς, οἷον δὴ πάρεστιν ὁρᾶν τοῦτον, τὸ μὲν εἶναι μητρὶ διδοῦσαι τῇ φύσει λαχούσῃ, τὸ κεκλῆσθαι δὲ αὐτὰς οὐκ ἀφαιρούμεναι. ὅσῳ δ᾽ ἐκείνας ἥδ᾽ πόλις θεᾶται τῇ γνώμῃ τὴν φύσιν παρελθεῖν βιαζομένας, διπλασιάζει τὸ φίλτρον. ὥστ᾽ ἀγαθὴν μὲν τὴν ἔριν ταύτην μόνην μάλιστα καθ᾽ Ἡσίοδον προσειπεῖν ἐξεῖναι, νικᾶν δὲ ἀναμφισβητήτως ταύτην, ἐφ᾽ ἧς αἵ τε θυσίαι γίγνονται νῦν καὶ οἱ λόγοι: ἐπεὶ καὶ τοὺς λόγους ἥδε σοι δίδωσιν, φίλτατε παίδων, οὐ τουτουσὶ μόνον, ἀλλὰ καὶ τοὺς [p. 115] ἐπὶ τῆς ἡμέρας ἑκάστης. ἐμὲ μέν γε σώσας θεὸς ἐκ τῶν ἐσχάτων τῇ πόλει δέδωκε: σὺ δ᾽ ὅτου τυγχάνεις ἐξ ἐμοῦ, παρὰ τῆς λαβούσης διδούσης ἔχεις: ὥσθ᾽ ὁμοῦ σοι καὶ μητέρα τὴν πόλιν ἐξεῖναι καλεῖν καὶ φάσκειν ἐπὶ τῆς


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: