previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[10]

καὶ νῦν μὲν ἔχουσιν Ἀθηναῖοι τὴν νῆσον, τὸ δὲ παλαιὸν πρὸς Μεγαρέας ὑπῆρξεν αὐτοῖς ἔρις περὶ αὐτῆς: καί φασιν οἱ μὲν Πεισίστρατον οἱ δὲ Σόλωνα παρεγγράψαντα ἐν τῷ νεῶν καταλόγῳ μετὰ τὸ ἔπος τοῦτοΑἴας δ᾽ ἐκ Σαλαμῖνος ἄγεν δυοκαίδεκα νῆας
1 ἑξῆς τοῦτοστῆσε δ᾽ ἄγων, ἵν᾽ Ἀθηναίων ἵσταντο φάλαγγες,
2 μάρτυρι χρήσασθαι τῷ ποιητῇ τοῦ τὴν νῆσον ἐξ ἀρχῆς Ἀθηναίων ὑπάρξαι. οὐ παραδέχονται δὲ τοῦθ᾽ οἱ κριτικοὶ διὰ τὸ πολλὰ τῶν ἐπῶν ἀντιμαρτυρεῖν αὐτοῖς. διὰ τί γὰρ ναυλοχῶν ἔσχατος φαίνεται Αἴας, οὐ μετ᾽ Ἀθηναίων ἀλλὰ μετὰ τῶν ὑπὸ Πρωτεσιλάῳ Θετταλῶν; “ ἔνθ᾽ ἔσαν Αἴαντός τε νέες καὶ Πρωτεσιλάου
Hom. Il. 13.681 καὶ ἐν τῇ ἐπιπωλήσει Ἀγαμέμνωνεὗρ᾽ υἱὸν Πετεῶο Μενεσθῆα πλήξιππον
ἑσταότ᾽, ἀμφὶ δ᾽ Ἀθηναῖοι, μήστωρες ἀυτῆς.
αὐτὰρ πλησίον ἑστήκει πολύμητις Ὀδυσσεύς,
πὰρ δὲ Κεφαλλήνων ἀμφὶ στίχες.
3 ἐπὶ δὲ τὸν Αἴαντα καὶ τοὺς Σαλαμινίους πάλινἦλθε δ᾽ ἐπ᾽ Αἰάντεσσι,
4καὶ παρ᾽ αὐτούςἸδομενεὺς δ᾽ ἑτέρωθεν,
5οὐ Μενεσθεύς. οἱ μὲν δὴ Ἀθηναῖοι τοιαύτην τινὰ σκήψασθαι μαρτυρίαν παρ᾽ Ὁμήρου δοκοῦσιν, οἱ δὲ Μεγαρεῖς ἀντιπαρῳδῆσαι οὕτωςΑἴας δ᾽ ἐκ Σαλαμῖνος ἄγεν νέας, ἔκ τε Πολίχνης,
ἔκ τ᾽ Αἰγειρούσσης Νισαίης τε Τριπόδων τε.
6 ἐστι χωρία [p. 558] Μεγαρικά, ὧν οἱ Τρίποδες Τριποδίσκιον λέγονται, καθ᾽ νῦν ἀγορὰ τῶν Μεγάρων κεῖται.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (H.C. Hamilton, Esq., W. Falconer, M.A., 1903)
load focus English (1924)
hide References (5 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: