Hide browse bar Your current position in the text is marked in blue. Click anywhere in the line to jump to another position:
book:
This text is part of:
Search the Perseus Catalog for:
Table of Contents:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[5] καὶ πρῶτον ποσαχῶς λέγεται παρὰ τῷ ποιητῇ τὸ Ἄργος καὶ καθ᾽ αὑτὸ καὶ μετὰ τοῦ ἐπιθέτου, Ἀχαιικὸν Ἄργος καλοῦντος ἢ Ἴασον ἢ ἵππιον ἢ Πελασγικὸν ἢ ἱππόβοτον. καὶ γὰρ ἡ πόλις Ἄργος λέγεται“ Ἄργος τε Σπάρτη τε.
”1“ οἱ δ᾽ Ἄργος τ᾽ εἶχον Τίρυνθά τε.
”2καὶ ἡ Πελοπόννησος “ ἡμετέρῳ ἐνὶ οἴκῳ ἐν Ἄργεϊ.
”3οὐ γὰρ ἡ πόλις γε ἦν οἶκος αὐτοῦ. καὶ ὅλη ἡ Ἑλλάς: Ἀργείους γοῦν καλεῖ πάντας καθάπερ καὶ Δαναοὺς καὶ Ἀχαιούς. τὴν δ᾽ οὖν ὁμωνυμίαν τοῖς ἐπιθέτοις διαστέλλεται, τὴν μὲν Θετταλίαν Πελασγικὸν Ἄργος καλῶν “ νῦν αὖ τοὺς ὅσσοι τὸ Πελασγικὸν Ἄργος ἔναιον.
”4τὴν δὲ Πελοπόννησον Ἀχαιικὸν “ εἰ δέ κεν Ἄργος ἱκοίμεθ᾽ Ἀχαιικὸν
”5 “ ἢ οὐκ Ἄργεος ἦεν Ἀχαιικοῦ.
”6σημαίνων ἐνταῦθα, ὅτι καὶ Ἀχαιοὶ ἰδίως ὠνομάζοντο οἱ Πελοποννήσιοι κατ᾽ ἄλλην σημασίαν. Ἴασόν τε Ἄργος τὴν Πελοπόννησον λέγει “ εἰ πάντες γ᾽ ἐσίδοιεν ἀν᾽ Ἴασον Ἄργος Ἀχαιοί
”7 τὴν [p. 525] Πηνελόπην, ὅτι πλείους ἂν λάβοι μνηστῆρας: οὐ γὰρ τοὺς ἐξ ὅλης τῆς Ἑλλάδος εἰκός, ἀλλὰ τοὺς ἐγγύς. ἱππόβοτον δὲ καὶ ἵππιον κοινῶς εἴρηκε.
7 Source unknown.
Strabo. ed. A. Meineke, Geographica. Leipzig: Teubner. 1877.
The Annenberg CPB/Project provided support for entering this text.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.