previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[3]

τῶν δ᾽ ὑφ᾽ Ὁμήρου καταλεγομένων τὴν μὲν Μέσσην οὐδαμοῦ δείκνυσθαί φασι: Μεσσόαν δ᾽ οὐ τῆς χώρας εἶναι μέρος ἀλλὰ τῆς Σπάρτης, καθάπερ καὶ τὸ Λιμναῖον, κατὰ τὸν ... κα. ἔνιοι δὲ κατὰ ἀποκοπὴν δέχονται τὴν Μεσσήνην: εἴρηται γὰρ ὅτι καὶ αὕτη μέρος ἦν τῆς Λακωνικῆς. παραδείγμασι δὲ χρῶνται τοῦ μὲν ποιητοῦ τῷ κρῖ καὶ δῶ καὶ μάψ, καὶ ἔτιἥρως δ᾽ Αὐτομέδων τε καὶ Ἄλκιμος,
1ἀντὶ τοῦ Ἀλκιμέδων: Ἡσιόδου δέ, ὅτι τὸ βριθὺ καὶ βριαρὸν βρῖ λέγει: Σοφοκλῆς δὲ καὶ Ἴων τὸ ῥᾴδιον ῥᾴ: Ἐπίχαρμος δὲ τὸ [p. 517] λίαν λῖ, Συρακὼ δὲ τὰς Συρακούσσας: παρ᾽ Ἐμπεδοκλεῖ δέμία γίνεται ἀμφοτέρων ὄψ
2 ὄψις: καὶ παρ᾽ ἈντιμάχῳΔήμητρός τοι Ἐλευσινίης: ἱερὴ ὄψ.
3καὶ τὸ ἄλφιτον ἄλφι: Εὐφορίων δὲ καὶ τὸν ἧλον λέγει ἧλ: παρὰ Φιλήτᾳ δέδμωίδες εἰς ταλάρους λευκὸν ἄγουσιν ἔρι
εἰς ἄνεμον δὲ τὰ πηδά
4τὰ πηδάλια Ἄρατός φησι, Δωδὼ δὲ τὴν Δωδώνην Σιμμίας. τῶν δ᾽ ἄλλων τῶν ὑπὸ τοῦ ποιητοῦ κατωνομασμένων τὰ μὲν ἀνῄρηται, τῶν δ᾽ ἴχνη λείπεται, τὰ δὲ μετωνόμασται, καθάπερ αἱ Αὐγειαὶ Αἰγαιαί: αἱ γὰρ ἐν τῇ Λοκρίδι οὐδ᾽ ὅλως περίεισι. τὴν δὲ Λᾶν οἱ Διόσκουροί ποτε ἐκ πολιορκίας ἑλεῖν ἱστοροῦνται, ἀφ᾽ οὗ δὴ Λαπέρσαι προσηγορεύθησαν.5

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1924)
load focus English (H.C. Hamilton, Esq., W. Falconer, M.A., 1903)
hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: