previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[2]

Ἦλις δὲ νῦν πόλις οὔπω ἔκτιστο καθ᾽ Ὅμηρον, ἀλλ᾽ χώρα κωμηδὸν ᾠκεῖτο: ἐκαλεῖτο δὲ κοίλη Ἦλις ἀπὸ τοῦ συμβεβηκότος: τοιαύτη γὰρ ἦν πλείστη καὶ ἀρίστη: ὀψὲ δέ ποτε συνῆλθον εἰς τὴν νῦν πόλιν Ἦλιν, μετὰ τὰ Περσικά, ἐκ πολλῶν δήμων. σχεδὸν δὲ καὶ τοὺς ἄλλους τόπους τοὺς κατὰ Πελοπόννησον πλὴν ὀλίγων, οὓς κατέλεξεν ποιητής, οὐ πόλεις ἀλλὰ χώρας νομίζειν δεῖ, συστήματα δήμων ἔχουσαν ἑκάστην πλείω, ἐξ ὧν ὕστερον αἱ γνωριζόμεναι πόλεις συνῳκίσθησαν, οἷον τῆς Ἀρκαδίας Μαντίνεια μὲν ἐκ πέντε δήμων ὑπ᾽ Ἀργείων συνῳκίσθη, Τεγέα δ᾽ ἐξ ἐννέα, ἐκ τοσούτων δὲ καὶ Ἡραία ὑπὸ Κλεομβρότου ὑπὸ Κλεωνύμου: ὡς δ᾽ αὕτως Αἴγιον ἐξ ἑπτὰ ὀκτὼ δήμων συνεπολίσθη, Πάτραι δὲ ἐξ ἑπτά, Δύμη δὲ ἐξ ὀκτώ: οὕτω δὲ καὶ Ἦλις ἐκ τῶν περιοικίδων συνεπολίσθη: μία τούτων προσκτις ... Ἀγριάδες. ῥεῖ δὲ διὰ τῆς πόλεως Πηνειὸς ποταμὸς παρὰ τὸ [p. 480] γυμνάσιον αὐτῆς: ἔπραξάν τε τοῦτο Ἠλεῖοι χρόνοις ὕστερον πολλοῖς τῆς εἰς αὐτοὺς μεταστάσεως τῶν χωρίων τῶν ὑπὸ τῷ Νέστορι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1924)
load focus English (H.C. Hamilton, Esq., W. Falconer, M.A., 1903)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: