previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[2]

ἔχουσι δὲ τῆς χερρονήσου ταύτης τὸ μὲν ἑσπέριον μέρος Ἠλεῖοι καὶ Μεσσήνιοι, κλυζόμενοι τῷ Σικελικῷ πελάγει: προσλαμβάνουσι δὲ καὶ τῆς ἑκατέρωθεν παραλίας, μὲν Ἠλεία πρὸς ἄρκτον ἐπιστρέφουσα καὶ τὴν ἀρχὴν τοῦ Κορινθιακοῦ κόλπου μέχρι ἄκρας Ἀράξου, καθ᾽ ἣν ἀντίπορθμός ἐστιν τε Ἀκαρνανία καὶ αἱ προκείμεναι νῆσοι, Ζάκυνθος καὶ Κεφαλληνία καὶ Ἰθάκη καὶ αἱ Ἐχινάδες, ὧν ἐστι καὶ τὸ Δουλίχιον: τῆς δὲ Μεσσηνίας τὸ πλέον ἀνεῳγμένον πρὸς νότον καὶ τὸ Λιβυκὸν πέλαγος μέχρι τῶν καλουμένων Θυρίδων πλησίον Ταινάρου. ἑξῆς δὲ μετὰ μὲν τὴν Ἠλείαν ἐστὶ τὸ τῶν Ἀχαιῶν ἔθνος πρὸς ἄρκτους βλέπον καὶ τῷ Κορινθιακῷ κόλπῳ παρατεῖνον, τελευτᾷ δ᾽ εἰς τὴν Σικυωνίαν: ἐντεῦθεν δὲ Σικυὼν καὶ Κόρινθος ἐκδέχεται μέχρι τοῦ Ἰσθμοῦ: μετὰ δὲ τὴν Μεσσηνίαν Λακωνικὴ καὶ Ἀργεία, μέχρι τοῦ Ἰσθμοῦ καὶ αὕτη. κόλποι δ᾽ εἰσὶν ἐνταῦθα τε Μεσσηνιακὸς καὶ Λακωνικὸς καὶ τρίτος Ἀργολικός, τέταρτος δ᾽ Ἑρμιονικὸς καὶ Σαρωνικόςοἱ δὲ Σαλαμινιακὸν καλοῦσιν), ὧν τοὺς μὲν Λιβυκὴ τοὺς δ᾽ Κρητικὴ θάλαττα πληροῖ καὶ τὸ Μυρτῷον πέλαγος: τινὲς δὲ καὶ τὸν Σαρωνικὸν πόρον πέλαγος ὀνομάζουσι. μέση δ᾽ ἐστὶν Ἀρκαδία πᾶσιν ἐπικειμένη καὶ γειτνιῶσα τοῖς ἄλλοις ἔθνεσιν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (H.C. Hamilton, Esq., W. Falconer, M.A., 1903)
load focus English (1924)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: