previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[11]

ὅτι Ἠμαθία ἐκαλεῖτο πρότερον νῦν Μακεδονία. ἔλαβε δὲ τοὔνομα τοῦτο ἀπ᾽ ἀρχαίου τινὸς τῶν ἡγεμόνων Μακεδόνος. ἦν δὲ καὶ πόλις Ἠμαθία πρὸς θαλάσσῃ. κατεῖχον δὲ τὴν χώραν ταύτην Ἠπειρωτῶν τινες καὶ Ἰλλυριῶν, τὸ δὲ πλεῖστον Βοττιαῖοι καὶ Θρᾷκες: οἱ μὲν ἐκ Κρήτης, ὥς φασι, τὸ γένος ὄντες, [p. 456] ἡγεμόνα ἔχοντες Βόττωνα, Θρᾳκῶν δὲ Πίερες μὲν ἐνέμοντο τὴν Πιερίαν καὶ τὰ περὶ τὸν Ὄλυμπον, Παίονες δὲ τὰ περὶ τὸν Ἀξιὸν ποταμὸν καὶ τὴν καλουμένην διὰ τοῦτο Ἀμφαξῖτιν, Ἠδωνοὶ δὲ καὶ Βισάλται τὴν λοιπὴν μέχρι Στρυμόνος: ὧν οἱ μὲν αὐτὸ τοῦτο προσηγορεύοντο Βισάλται, Ἠδωνῶν δ᾽ οἱ μὲν Μυγδόνες οἱ δὲ Ἤδωνες οἱ δὲ Σίθωνες. τούτων δὲ πάντων οἱ Ἀργεάδαι καλούμενοι κατέστησαν κύριοι καὶ Χαλκιδεῖς οἱ ἐν Εὐβοίᾳ. ἐπῆλθον δὲ καὶ Χαλκιδεῖς οἱ ἐν Εὐβοίᾳ ἐπὶ τὴν τῶν Σιθώνων καὶ συνῴκισαν πόλεις ἐν αὐτῇ περὶ τριάκοντα, ἐξ ὧν ὕστερον ἐκβαλλόμενοι συνῆλθον εἰς μίαν οἱ πλείους αὐτῶν, εἰς τὴν Ὄλυνθον: ὠνομάζοντο δ᾽ οἱ ἐπὶ Θρᾴκης Χαλκιδεῖς. E.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (H.C. Hamilton, Esq., W. Falconer, M.A., 1903)
load focus English (1924)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: