Hide browse bar Your current position in the text is marked in blue. Click anywhere in the line to jump to another position:
This text is part of:
Search the Perseus Catalog for:
Table of Contents:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[8] ὁ δ᾽ εἰς τὴν περαίαν ἐκ τοῦ Βρεντεσίου πλοῦς ἐστὶν ὁ μὲν ἐπὶ τὰ Κεραύνια καὶ τὴν ἑξῆς παραλίαν τῆς τε Ἠπείρου καὶ τῆς Ἑλλάδος, ὁ δ᾽ εἰς Ἐπίδαμνον μείζων τοῦ προτέρου: χιλίων γάρ ἐστι καὶ ὀκτακοσίων σταδίων: τέτριπται δὲ καὶ οὗτος διὰ τὸ τὴν πόλιν εὐφυῶς κεῖσθαι πρός τε τὰ τῶν Ἰλλυριῶν ἔθνη καὶ τὰ τῶν Μακεδόνων. παραπλέοντι δ᾽ ἐκ τοῦ Βρεντεσίου τὴν Ἀδριατικὴν παραλίαν πόλις ἐστὶν ἡ Ἐγνατία, οὖσα κοινὴ καταγωγὴ πλέοντί τε καὶ πεζεύοντι εἰς Βάριον: ὁ δὲ πλοῦς νότῳ. μέχρι δεῦρο μὲν Πευκέτιοι κατὰ θάλατταν, ἐν τῇ μεσογαίᾳ δὲ μέχρι Σιλουίου: πᾶσα δὲ τραχεῖα καὶ ὀρεινή, πολὺ τῶν Ἀπεννίνων ὀρῶν κοινωνοῦσα: ἀποίκους δ᾽ Ἀρκάδας δέξασθαι δοκεῖ. εἰσὶ δ᾽ ἐκ Βρεντεσίου εἰς Βάριον ἑπτακόσιοί που στάδιοι: σχεδὸν δ᾽ ἴσον ἑκατέρας Τάρας διέχει: τὴν δὲ συνεχῆ Δαύνιοι νέμονται, εἶτα Ἄπουλοι μέχρι Φρεντανῶν. ἀνάγκη δέ, Πευκετίων καὶ Δαυνίων μηδ᾽ ὅλως λεγομένων ὑπὸ τῶν ἐπιχωρίων πλὴν εἰ τὸ παλαιόν, ἁπάσης δὲ ταύτης τῆς χώρας Ἀπουλίας λεγομένης νυνί, μηδὲ τοὺς ὅρους ἐπ᾽ ἀκριβὲς λέγεσθαι τῶν ἐθνῶν τούτων: διόπερ οὐδ᾽ ἡμῖν διισχυριστέον περὶ αὐτῶν.
Strabo. ed. A. Meineke, Geographica. Leipzig: Teubner. 1877.
The Annenberg CPB/Project provided support for entering this text.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.
show
Browse Bar
hide
References (1 total)
- Cross-references in general dictionaries to this page
(1):
- LSJ, διϊσχυ_ρ-ιστέον
load
Vocabulary Tool
hide
Search
hideStable Identifiers
hide
Display Preferences