previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


μετὰ δὲ τὴν ὑπώρειαν τῶν Ἄλπεων ἀρχὴ τῆς νῦν Ἰταλίας. οἱ γὰρ παλαιοὶ τὴν Οἰνωτρίαν ἐκάλουν Ἰταλίαν ἀπὸ τοῦ Σικελικοῦ πορθμοῦ μέχρι τοῦ Ταραντίνου κόλπου καὶ τοῦ Ποσειδωνιάτου διήκουσαν, ἐπικρατῆσαν δὲ τοὔνομα καὶ μέχρι τῆς ὑπωρείας τῶν Ἄλπεων προὔβη. προσέλαβε δὲ καὶ τῆς Λιγυστικῆς τὰ μέχρι Ὀυάρου ποταμοῦ καὶ τῆς ταύτῃ θαλάττης ἀπὸ τῶν ὁρίων τῶν Τυρρηνικῶν καὶ τῆς Ἰστρίας μέχρι Πόλας. εἰκάσαι δ᾽ ἄν τις εὐτυχήσαντας τοὺς πρώτους ὀνομασθέντας Ἰταλοὺς μεταδοῦναι καὶ τοῖς πλησιοχώροις, εἶθ᾽ οὕτως ἐπίδοσιν λαβεῖν μέχρι τῆς Ῥωμαίων ἐπικρατείας. ὀψὲ δέ ποτε, ἀφ᾽ οὗ μετέδοσαν Ῥωμαῖοι τοῖς Ἰταλιώταις τὴν ἰσοπολιτείαν, ἔδοξε καὶ τοῖς ἐντὸς Ἄλπεων Γαλάταις καὶ Ἑνετοῖς τὴν αὐτὴν ἀπονεῖμαι τιμήν, προσαγορεῦσαι δὲ καὶ Ἰταλιώτας πάντας καὶ Ῥωμαίους, ἀποικίας τε πολλὰς στεῖλαι, τὰς μὲν πρότερον τὰς δ᾽ ὕστερον, ὧν οὐ ῥᾴδιον εἰπεῖν ἀμείνους ἑτέρας. [2]

῾ενὶ μὲν οὖν σχήματι σύμπασαν τὴν νῦν Ἰταλίαν οὐ ῥᾴδιον περιλαβεῖν γεωμετρικῶς, καίτοι φασὶν ἄκραν εἶναι τρίγωνον ἐκκειμένην πρὸς νότον καὶ χειμερινὰς ἀνατολάς, κορυφουμένην δὲ πρὸς τῷ Σικελικῷ πορθμῷ, βάσιν δ᾽ ἔχουσαν τὰς Ἄλπεις: συγχωρῆσαι μὲν οὖν δεῖ τὴν βάσιν, συγχωρῆσαι δὲ καὶ τῶν πλευρῶν μίαν τὴν ἐπὶ τὸν πορθμὸν τελευτῶσαν, κλυζομένην δὲ ὑπὸ τοῦ Τυρρηνικοῦ πελάγους. τρίγωνον δὲ ἰδίως τὸ εὐθύγραμμον καλεῖται σχῆμα: ἐνταῦθα δὲ καὶ βάσις καὶ πλευρὰ περιφερεῖς εἰσιν, ὥστε, εἴ φημι δεῖν συγχωρεῖν, περιφερογράμμου σχήματος θετέον καὶ τὴν βάσιν καὶ τὴν πλευράν, συγχωρητέον δὲ καὶ τὴν λόξωσιν ταύτης τῆς πλευρᾶς τὴν ἐπὶ τὰς ἀνατολάς, [p. 288] τἆλλα δ᾽ οὐχ ἱκανῶς εἰρήκασιν, ὑποθέμενοι μίαν πλευρὰν ἀπὸ τοῦ μυχοῦ τοῦ Ἀδρίου μέχρι τοῦ πορθμοῦ. πλευρὰν γὰρ λέγομεν τὴν ἀγώνιον γραμμήν, ἀγώνιος δ᾽ ἐστὶν ὅταν μὴ συννεύῃ πρὸς ἄλληλα τὰ μέρη μὴ ἐπὶ πολύ. δὲ ἀπὸ Ἀριμίνου ἐπὶ τὴν ἄκραν τὴν Ἰαπυγίαν καὶ ἀπὸ τοῦ πορθμοῦ ἐπὶ τὴν αὐτὴν ἄκραν πάμπολύ τι συννεύουσιν. ὁμοίως δ᾽ ἔχειν οἴομαι καὶ τὴν ἀπὸ τοῦ μυχοῦ τοῦ Ἀδρίου καὶ τὴν ἀπὸ τῆς Ἰαπυγίας: συμπίπτουσαι γὰρ ἐπὶ τοὺς περὶ Ἀρίμινον καὶ Ῥάουενναν τόπους γωνίαν ποιοῦσιν, εἰ δὲ μὴ γωνίαν, περιφέρειάν γε ἀξιόλογον: ὥστ᾽, εἰ ἄρα, τοῦτ᾽ ἂν εἴη μία πλευρὰ παράπλους ἀπὸ τοῦ μυχοῦ ἐπὶ τὴν Ἰαπυγίαν, οὐκ εὐθεῖα: τὸ δὲ λοιπὸν τὸ ἐνθένδε ἐπὶ τὸν πορθμὸν ἄλλην ἂν ὑπογράφοι πλευράν, οὐδὲ ταύτην εὐθεῖαν. οὕτω δὲ τετράπλευρον μᾶλλον τρίπλευρον φαίη τις ἂν τὸ σχῆμα, τρίγωνον δ᾽ οὐδοπωσοῦν, πλὴν εἰ καταχρώμενος. βέλτιον δ᾽ ὁμολογεῖν, ὅτι τῶν ἀγεωμετρήτων σχημάτων οὐκ εὐπερίγραφος ἀπόδοσις. [3]

κατὰ μέρος δ᾽ οὕτως εἰπεῖν δυνατόν, ὅτι τῶν μὲν Ἄλπεων περιφερὴς ὑπώρειά ἐστι καὶ κολπώδης, τὰ κοῖλα ἔχουσα ἐστραμμένα πρὸς τὴν Ἰταλίαν: τοῦ δὲ κόλπου τὰ μὲν μέσα πρὸς τοῖς Σαλασσοῖς ἐστί, τὰ δ᾽ ἄκρα ἐπιστροφὴν λαμβάνει, τὰ μὲν μέχρι τῆς Ὄκρας καὶ τοῦ μυχοῦ τοῦ κατὰ τὸν Ἀδρίαν, τὰ δ᾽ εἰς τὴν Λιγυστικὴν παραλίαν μέχρι Γενούας τοῦ τῶν Λιγύων ἐμπορίου, ὅπου τὰ Ἀπέννινα ὄρη συνάπτει ταῖς Ἄλπεσιν. ὑπόκειται δ᾽ εὐθὺς πεδίον ἀξιόλογον, πάρισόν πως ἔχον τὸ πλάτος καὶ τὸ μῆκος, σταδίων ἑκατὸν καὶ δισχιλίων: τὸ δὲ μεσημβρινὸν αὐτοῦ πλευρὸν κλείεται τῇ τε τῶν Ἑνετῶν παραλίᾳ καὶ τοῖς Ἀπεννίνοις ὄρεσι τοῖς περὶ Ἀρίμινον καὶ Ἀγκῶνα καθήκουσι. ταῦτα γὰρ ἀρξάμενα ἀπὸ τῆς Λιγυστικῆς εἰς [p. 289] τὴν Τυρρηνίαν ἐμβάλλει, στενὴν παραλίαν ἀπολείποντα: εἶτ᾽ ἀναχωροῦντα εἰς τὴν μεσόγαιαν κατ᾽ ὀλίγον, ἐπειδὰν γένηται κατὰ τὴν Πισᾶτιν, ἐπιστρέφει πρὸς ἕω καὶ πρὸς τὸν Ἀδρίαν ἕως τῶν περὶ Ἀρίμινον καὶ Ἀγκῶνα τόπων, συνάπτοντα ἐπ᾽ εὐθείας τῇ τῶν Ἑνετῶν παραλίᾳ. μὲν οὖν ἐντὸς Ἄλπεων Κελτικὴ τούτοις κλείεται τοῖς ὅροις, καὶ ἔστι τῆς μὲν παραλίας τὸ μῆκος ὅσον τριακοσίων σταδίων ἐπὶ τοῖς ἑξακισχιλίοις μετὰ τῶν ὀρῶν, μικρὸν δ᾽ ἔλαττον τὸ πλάτος τῶν δισχιλίων. λοιπὴ δ᾽ Ἰταλία στενὴ καὶ παραμήκης ἐστί, κορυφουμένη διχῶς, τῇ μὲν πρὸς τὸν Σικελικὸν πορθμὸν τῇ δὲ πρὸς τὴν Ἰαπυγίαν, σφιγγομένη δ᾽ ἑκατέρωθεν, τῇ μὲν ὑπὸ τοῦ Ἀδρίου τῇ δ᾽ ὑπὸ τοῦ Τυρρηνικοῦ πελάγους. ἔστι δ᾽ ὅμοιον τὸ σχῆμα τοῦ Ἀδρίου καὶ τὸ μέγεθος τῇ Ἰταλίᾳ τῇ ἀφοριζομένῃ τοῖς τε Ἀπεννίνοις ὄρεσι καὶ τῇ θαλάττῃ ἑκατέρᾳ μέχρι τῆς Ἰαπυγίας καὶ τοῦ ἰσθμοῦ τοῦ κατὰ τὸν Ταραντῖνον καὶ τὸν Ποσειδωνιάτην κόλπον: τό τε γὰρ πλάτος τὸ μέγιστον ἀμφοῖν ἐστὶ περὶ χιλίους καὶ τριακοσίους σταδίους, τὸ δὲ μῆκος ἔλαττον οὐ πολὺ τῶν ἑξακισχιλίων. λοιπὴ δ᾽ ἐστὶν ὅσην κατέχουσι Βρέττιοι καὶ Λευκανῶν τινές. φησὶ δὲ Πολύβιος πεζῇ μὲν εἶναι τὴν παραλίαν τὴν ἀπὸ Ἰαπυγίας μέχρι πορθμοῦ καὶ τρισχιλίων σταδίων, κλύζεσθαι δ᾽ αὐτὴν τῷ Σικελικῷ πελάγει, πλέοντι δὲ καὶ πεντακοσίων δέουσαν. τὰ δὲ Ἀπέννινα ὄρη συνάψαντα τοῖς περὶ Ἀρίμινον καὶ Ἀγκῶνα τόποις καὶ ἀφορίσαντα τὸ ταύτῃ πλάτος τῆς Ἰταλίας ἀπὸ θαλάττης ἐπὶ θάλατταν ἐπιστροφὴν λαμβάνει πάλιν, καὶ τέμνει τὴν χώραν ὅλην ἐπὶ μῆκος. μέχρι μὲν δὴ Πευκετίων καὶ Λευκανῶν οὐ πολὺ ἀφίσταται τοῦ Ἀδρίου: συνάψαντα δὲ Λευκανοῖς ἐπὶ τὴν ἑτέραν θάλατταν ἀποκλίνει μᾶλλον καὶ λοιπὸν διὰ μέσων [p. 290] τῶν Λευκανῶν καὶ Βρεττίων διεξιόντα τελευτᾷ πρὸς τὴν Λευκόπετραν τῆς Ῥηγίνης καλουμένην. τυπωδῶς μὲν οὖν εἴρηται περὶ τῆς νῦν Ἰταλίας ἁπάσης ταῦτα: πειρασόμεθα δὲ ἀναλαβόντες εἰπεῖν περὶ τῶν καθ᾽ ἕκαστα, καὶ πρῶτον περὶ τῶν ὑπὸ ταῖς Ἄλπεσιν. [4]

῎εστι δὲ πεδίον σφόδρα εὔδαιμον καὶ γεωλοφίαις εὐκάρποις πεποικιλμένον. διαιρεῖ δ᾽ αὐτὸ μέσον πως Πάδος, καὶ καλεῖται τὸ μὲν ἐντὸς τοῦ Πάδου τὸ δὲ πέραν: ἐντὸς μὲν ὅσον ἐστὶ πρὸς τοῖς Ἀπεννίνοις ὄρεσι καὶ τῇ Λιγυστικῇ, πέραν δὲ τὸ λοιπόν. οἰκεῖται δὲ τὸ μὲν ὑπὸ τῶν Λιγυστικῶν ἐθνῶν καὶ τῶν Κελτικῶν, τῶν μὲν ἐν τοῖς ὄρεσιν οἰκούντων τῶν δ᾽ ἐν τοῖς πεδίοις, τὸ δ᾽ ὑπὸ τῶν Κελτῶν καὶ Ἑνετῶν. οἱ μὲν οὖν Κελτοὶ τοῖς ὑπεραλπείοις ὁμοεθνεῖς εἰσι, περὶ δὲ τῶν Ἑνετῶν διττός ἐστι λόγος. οἱ μὲν γὰρ καὶ αὐτούς φασιν εἶναι Κελτῶν ἀποίκους τῶν ὁμωνύμων παρωκεανιτῶν, οἱ δ᾽ ἐκ τοῦ Τρωικοῦ πολέμου μετ᾽ Ἀντήνορος σωθῆναι δεῦρό φασι τῶν ἐκ τῆς Παφλαγονίας Ἑνετῶν τινάς: μαρτύριον δὲ τούτου προφέρονται τὴν περὶ τὰς ἱπποτροφίας ἐπιμέλειαν, νῦν μὲν τελέως ἐκλέλοιπε, πρότερον δ᾽ ἐτιμᾶτο παρ᾽ αὐτοῖς ἀπὸ τοῦ παλαιοῦ ζήλου τοῦ κατὰ τὰς ἡμιονίτιδας ἵππους. τούτου δὲ καὶ Ὅμηρος μέμνηταιἐξ Ἑνετῶν, ὅθεν ἡμιόνων γένος ἀγροτεράων.’ καὶ Διονύσιος τῆς Σικελίας τύραννος ἐντεῦθεν τὸ ἱπποτροφεῖον συνεστήσατο τῶν ἀθλητῶν ἵππων, ὥστε καὶ ὄνομα ἐν τοῖς Ἕλλησι γενέσθαι τῆς Ἑνετικῆς πωλείας καὶ πολὺν χρόνον εὐδοκιμῆσαι τὸ γένος. [5]

῞απασα μὲν οὖν χώρα ποταμοῖς πληθύει καὶ ἕλεσι, μάλιστα δ᾽ τῶν Ἑνετῶν: πρόσεστι δὲ ταύτῃ καὶ τὰ τῆς θαλάττης πάθη. μόνα γὰρ ταῦτα τὰ μέρη σχεδόν τι τῆς καθ᾽ ἡμᾶς θαλάττης ὁμοιοπαθεῖ τῷ [p. 291] ὠκεανῷ καὶ παραπλησίως ἐκείνῳ ποιεῖται τάς τε ἀμπώτεις καὶ τὰς πλημμυρίδας, ὑφ᾽ ὧν τὸ πλέον τοῦ πεδίου λιμνοθαλάττης γίνεται μεστόν. διώρυξι δὲ καὶ παραχώμασι, καθάπερ κάτω λεγομένη χώρα τῆς Αἰγύπτου, διωχέτευται, καὶ τὰ μὲν ἀνέψυκται καὶ γεωργεῖται τὰ δὲ διάπλους ἔχει: τῶν δὲ πόλεων αἱ μὲν νησίζουσιν αἱ δ᾽ ἐκ μέρους κλύζονται, ὅσαι δὲ ὑπὲρ τῶν ἑλῶν ἐν τῇ μεσογαίᾳ κεῖνται τοὺς ἐκ τῶν ποταμῶν ἀνάπλους θαυμαστοὺς ἔχουσι, μάλιστα δ᾽ Πάδος: μέγιστός τε γάρ ἐστι καὶ πληροῦται πολλάκις ἔκ τε ὄμβρων καὶ χιόνων, διαχεόμενος δ᾽ εἰς πολλὰ μέρη κατὰ τὰς ἐκβολὰς τυφλὸν τὸ στόμα ποιεῖ καὶ δυσείσβολός ἐστιν: δ᾽ ἐμπειρία περιγίνεται καὶ τῶν χαλεπωτάτων. [6]

τὸ μὲν οὖν ἀρχαῖον, ὥσπερ ἔφην, ὑπὸ Κελτῶν περιῳκεῖτο τῶν πλείστων ποταμός. μέγιστα δ᾽ ἦν τῶν Κελτῶν ἔθνη Βόιοι καὶ Ἴνσουβροι καὶ οἱ τὴν Ῥωμαίων ποτὲ ἐξ ἐφόδου καταλαβόντες Σένονες μετὰ Γαισατῶν. τούτους μὲν οὖν ἐξέφθειραν ὕστερον τελέως Ῥωμαῖοι, τοὺς δὲ Βοΐους ἐξήλασαν ἐκ τῶν τόπων. μεταστάντες δ᾽ εἰς τοὺς περὶ τὸν Ἴστρον τόπους μετὰ Ταυρίσκων ᾤκουν πολεμοῦντες πρὸς Δακούς, ἕως ἀπώλοντο πανεθνεί: τὴν δὲ χώραν οὖσαν τῆς Ἰλλυρίδος μηλόβοτον τοῖς περιοικοῦσι κατέλιπον. Ἴνσουβροι δὲ καὶ νῦν εἰσί. Μεδιολάνιον δ᾽ ἔσχον μητρόπολιν, πάλαι μὲν κώμηνἅπαντες γὰρ ᾤκουν κωμηδόν), νῦν δ᾽ ἀξιόλογον πόλιν, πέραν τοῦ Πάδου, συνάπτουσάν πως ταῖς Ἄλπεσι. πλησίον δὲ καὶ Ὀυήρων, καὶ αὕτη πόλις μεγάλη. ἐλάττους δὲ τούτων Βριξία καὶ Μάντουα καὶ Ῥήγιον καὶ Κῶμον: αὕτη δ᾽ ἦν μὲν κατοικία μετρία, Πομπήιος δὲ Στράβων Μάγνου πατὴρ κακωθεῖσαν ὑπὸ τῶν ὑπερκειμένων Ῥαιτῶν συνῴκισεν: εἶτα Γάιος Σκιπίων τρισχιλίους προσέθηκεν: εἶτα [p. 292] θεὸς Καῖσαρ πεντακισχιλίους ἐπισυνῴκισεν, ὧν οἱ πεντακόσιοι τῶν Ἑλλήνων ὑπῆρξαν οἱ ἐπιφανέστατοι: τούτοις δὲ καὶ πολιτείαν ἔδωκε καὶ ἐνέγραψεν αὐτοὺς εἰς τοὺς συνοίκους: οὐ μέν τοι ᾤκησαν αὐτόθι, ἀλλὰ καὶ τοὔνομά γε τῷ κτίσματι ἐκεῖνοι κατέλιπον: Νεοκωμῖται γὰρ ἐκλήθησαν ἅπαντες, τοῦτο δὲ μεθερμηνευθὲν Νοβουμκῶμουμ λέγεται. ἐγγὺς δὲ τοῦ χωρίου τούτου λίμνη Λάριος καλουμένη: πληροῖ δ᾽ αὐτὴν Ἀδούας ποταμός: εἶτ᾽ ἐξίησιν εἰς τὸν Πάδον: τὰς δὲ πηγὰς ἔσχηκεν ἐν τῷ Ἀδούλᾳ ὄρει, ὅπου καὶ Ῥῆνος. [7]

αὗται μὲν οὖν πολὺ ὑπὲρ τῶν ἑλῶν ᾤκηνται, πλησίον δὲ τὸ Πατάουιον, πασῶν ἀρίστη τῶν ταύτῃ πόλεων, γε νεωστὶ λέγεται τιμήσασθαι πεντακοσίους ἱππικοὺς ἄνδρας, καὶ τὸ παλαιὸν δὲ ἔστελλε δώδεκα μυριάδας στρατιᾶς. δηλοῖ δὲ καὶ τὸ πλῆθος τῆς πεμπομένης κατασκευῆς εἰς τὴν Ῥώμην κατ᾽ ἐμπορίαν τῶν τε ἄλλων καὶ ἐσθῆτος παντοδαπῆς τὴν εὐανδρίαν τῆς πόλεως καὶ τὴν εὐτεχνίαν. ἔχει δὲ θαλάττης ἀνάπλουν ποταμῷ διὰ τῶν ἑλῶν φερομένῳ σταδίων πεντήκοντα καὶ διακοσίων ἐκ λιμένος μεγάλου: καλεῖται δ᾽ λιμὴν Μεδόακος ὁμωνύμως τῷ ποταμῷ. ἐν δὲ τοῖς ἕλεσι μεγίστη μέν ἐστι Ῥάουεννα, ξυλοπαγὴς ὅλη καὶ διάρρυτος, γεφύραις καὶ πορθμείοις ὁδευομένη. δέχεται δ᾽ οὐ μικρὸν τῆς θαλάττης μέρος ἐν ταῖς πλημμυρίσιν, ὥστε καὶ ὑπὸ τούτων καὶ ὑπὸ ποταμῶν ἐκκλυζόμενον τὸ βορβορῶδες πᾶν ἰᾶται τὴν δυσαερίαν. οὕτως γοῦν ὑγιεινὸν ἐξήτασται τὸ χωρίον ὥστε ἐνταῦθα τοὺς μονομάχους τρέφειν καὶ γυμνάζειν ἀπέδειξαν οἱ ἡγεμόνες. ἔστι μὲν οὖν καὶ τοῦτο θαυμαστὸν τῶν ἐνθάδε τὸ ἐν ἕλει τοὺς ἀέρας ἀβλαβεῖς εἶναι, καθάπερ καὶ ἐν Ἀλεξανδρείᾳ τῇ πρὸς Αἰγύπτῳ τοῦ θέρους λίμνη τὴν μοχθηρίαν ἀποβάλλει διὰ τὴν ἀνάβασιν τοῦ ποταμοῦ [p. 293] καὶ τὸν τῶν τελμάτων ἀφανισμόν. ἀλλὰ καὶ τὸ περὶ τὴν ἄμπελον πάθος θαυμάζειν ἄξιον: φύει μὲν γὰρ αὐτὴν τὰ ἕλη καὶ ποιεῖ ταχὺ καὶ πολὺν ἀποδιδοῦσαν καρπόν, φθείρεται δὲ ἐν ἔτεσι τέτταρσιν πέντε. ἔστι δὲ καὶ τὸ Ἀλτῖνον ἐν ἕλει, παραπλήσιον ἔχον τῇ Ῥαουέννῃ τὴν θέσιν. μεταξὺ δὲ Βούτριον τῆς Ῥαουέννης πόλισμα καὶ Σπῖνα, νῦν μὲν κωμίον πάλαι δὲ Ἑλληνὶς πόλις ἔνδοξος. θησαυρὸς γοῦν ἐν Δελφοῖς Σπινητῶν δείκνυται, καὶ τἆλλα ἱστορεῖται περὶ αὐτῶν ὡς θαλασσοκρατησάντων. φασὶ δὲ καὶ ἐπὶ θαλάττῃ ὑπάρξαι, νῦν δ᾽ ἐστὶν ἐν μεσογαίᾳ τὸ χωρίον περὶ ἐνενήκοντα τῆς θαλάττης σταδίους ἀπέχον. καὶ Ῥάουεννα δὲ Θετταλῶν εἴρηται κτίσμα: οὐ φέροντες δὲ τὰς τῶν Τυρρηνῶν ὕβρεις ἐδέξαντο ἑκόντες τῶν Ὀμβρικῶν τινάς, οἳ καὶ νῦν ἔχουσι τὴν πόλιν, αὐτοὶ δ᾽ ἀπεχώρησαν ἐπ᾽ οἴκου. αὗται μὲν οὖν ἐπὶ πλέον περιέχονται τοῖς ἕλεσιν ὥστε καὶ κλύζεσθαι. [8]

᾿οπιτέργιον δὲ καὶ Κωνκορδία καὶ Ἀτρία καὶ Ὀυικετία καὶ ἄλλα τοιαῦτα πολισμάτια ἧττον μὲν ὑπὸ τῶν ἑλῶν ἐνοχλεῖται, μικροῖς δ᾽ ἀνάπλοις πρὸς τὴν θάλατταν συνῆπται. τὴν δ᾽ Ἀτρίαν ἐπιφανῆ γενέσθαι πόλιν φασίν, ἀφ᾽ ἧς καὶ τοὔνομα τῷ κόλπῳ γενέσθαι τῷ Ἀδρίᾳ μικρὰν μετάθεσιν λαβόν. Ἀκυληία δ᾽, ἥπερ μάλιστα τῷ μυχῷ πλησιάζει, κτίσμα μέν ἐστι Ῥωμαίων ἐπιτειχισθὲν τοῖς ὑπερκειμένοις βαρβάροις, ἀναπλεῖται δὲ ὁλκάσι κατὰ τὸν Νατίσωνα ποταμὸν ἐπὶ πλείστους ἑξήκοντα σταδίους. ἀνεῖται δ᾽ ἐμπόριον τοῖς τε Ἑνετοῖς καὶ τοῖς περὶ τὸν Ἴστρον τῶν Ἰλλυριῶν ἔθνεσι: κομίζουσι δ᾽ οὗτοι μὲν τὰ ἐκ θαλάττης, καὶ οἶνον ἐπὶ ξυλίνων πίθων ἁρμαμάξαις ἀναθέντες καὶ ἔλαιον, ἐκεῖνοι δ᾽ ἀνδράποδα καὶ βοσκήματα καὶ δέρματα. ἔξω δ᾽ ἐστὶ τῶν Ἑνετικῶν ὅρων Ἀκυληία. [p. 294] διορίζονται δὲ ποταμῷ ῥέοντι ἀπὸ τῶν Ἀλπείων ὀρῶν, ἀνάπλουν ἔχοντι καὶ διακοσίων σταδίων ἐπὶ τοῖς χιλίοις εἰς Νωρηίαν πόλιν, περὶ ἣν Γναῖος Κάρβων συμβαλὼν Κίμβροις οὐδὲν ἔπραξεν. ἔχει δὲ τόπος οὗτος χρυσιοπλύσια εὐφυῆ καὶ σιδηρουργεῖα. ἐν αὐτῷ δὲ τῷ μυχῷ τοῦ Ἀδρίου καὶ ἱερὸν τοῦ Διομήδους ἐστὶν ἄξιον μνήμης, τὸ Τίμαυον: λιμένα γὰρ ἔχει καὶ ἄλσος ἐκπρεπὲς καὶ πηγὰς ἑπτὰ ποταμίου ὕδατος εὐθὺς εἰς τὴν θάλατταν ἐκπίπτοντος, πλατεῖ καὶ βαθεῖ ποταμῷ. Πολύβιος δ᾽ εἴρηκε πλὴν μιᾶς τὰς ἄλλας ἁλμυροῦ ὕδατος, καὶ δὴ καὶ τοὺς ἐπιχωρίους πηγὴν καὶ μητέρα τῆς θαλάττης ὀνομάζειν τὸν τόπον. Ποσειδώνιος δέ φησι ποταμὸν τὸν Τίμαυον ἐκ τῶν ὀρῶν φερόμενον καταπίπτειν εἰς βέρεθρον, εἶθ᾽ ὑπὸ γῆς ἐνεχθέντα περὶ ἑκατὸν καὶ τριάκοντα σταδίους ἐπὶ τῇ θαλάττῃ τὴν ἐκβολὴν ποιεῖσθαι. [9]

τῆς δὲ τοῦ Διομήδους δυναστείας περὶ τὴν θάλατταν ταύτην αἵ τε Διομήδειοι νῆσοι μαρτύρια καὶ τὰ περὶ Δαυνίους καὶ τὸ Ἄργος τὸ Ἵππιον ἱστορούμενα: περὶ ὧν ἐροῦμεν ἐφ᾽ ὅσον πρὸς ἱστορίαν χρήσιμον, τὰ δὲ πολλὰ τῶν μυθευομένων κατεψευσμένων ἄλλως ἐᾶν δεῖ, οἷον τὰ περὶ Φαέθοντα καὶ τὰς Ἡλιάδας τὰς ἀπαιγειρουμένας περὶ τὸν Ἠριδανόν, τὸν μηδαμοῦ γῆς ὄντα, πλησίον δὲ τοῦ Πάδου λεγόμενον, καὶ τὰς Ἠλεκτρίδας νήσους τὰς πρὸ τοῦ Πάδου καὶ μελεαγρίδας ἐν αὐταῖς: οὐδὲ γὰρ τούτων οὐδέν ἐστιν ἐν τοῖς τόποις. τῷ δὲ Διομήδει παρὰ τοῖς Ἑνετοῖς ἀποδεδειγμέναι τινὲς ἱστοροῦνται τιμαί: καὶ γὰρ θύεται λευκὸς ἵππος αὐτῷ, καὶ δύο ἄλση τὸ μὲν Ἥρας Ἀργείας δείκνυται τὸ δ᾽ Ἀρτέμιδος Αἰτωλίδος. προσμυθεύουσι δ᾽, ὡς εἰκός, τὸ ἐν τοῖς ἄλσεσι τούτοις ἡμεροῦσθαι τὰ θηρία καὶ λύκοις ἐλάφους συναγελάζεσθαι, [p. 295] προσιόντων δὲ τῶν ἀνθρώπων καὶ καταψώντων ἀνέχεσθαι, τὰ δὲ διωκόμενα ὑπὸ τῶν κυνῶν, ἐπειδὰν καταφύγῃ δεῦρο, μηκέτι διώκεσθαι. φασὶ δέ τινα τῶν πάνυ γνωριζόμενον ὡς εἴη φιλέγγυος καὶ σκωπτόμενον ἐπὶ τούτῳ περιτυχεῖν κυνηγέταις λύκον ἐν τοῖς δικτύοις ἔχουσιν: εἰπόντων δὲ κατὰ παιδιάν, εἰ ἐγγυᾶται τὸν λύκον ἐφ᾽ ᾧτε τὰς ζημίας ἃς εἴργασται διαλύσειν, ἀφήσειν αὐτὸν ἐκ τῶν λίνων, ὁμολογῆσαι. ἀφεθέντα δὲ τὸν λύκον ἵππων ἀγέλην ἀπελάσαντα ἀκαυτηριάστων ἱκανὴν προσαγαγεῖν πρὸς τὸν τοῦ φιλεγγύου σταθμόν: τὸν δ᾽ ἀπολαβόντα τὴν χάριν καυτηριάσαι τε τὰς ἵππους λύκον, καὶ κληθῆναι λυκοφόρους, τάχει μᾶλλον κάλλει διαφερούσας: τοὺς δ᾽ ἀπ᾽ ἐκείνου διαδεξαμένους τό τε καυτήριον φυλάξαι καὶ τοὔνομα τῷ γένει τῶν ἵππων, ἔθος δὲ ποιῆσαι θήλειαν μὴ ἐξαλλοτριοῦν, ἵνα μένοι παρὰ μόνοις τὸ γνήσιον γένος, ἐνδόξου γενομένης ἐνθένδε ἱππείας. νυνὶ δέ, ὥσπερ ἔφαμεν, πᾶσα ἐκλέλοιπεν τοιαύτη ἄσκησις. μετὰ δὲ τὸ Τίμαυον τῶν Ἰστρίων ἐστὶ παραλία μέχρι Πόλας, πρόσκειται τῇ Ἰταλίᾳ. μεταξὺ δὲ φρούριον Τεργέστε Ἀκυληίας διέχον ἑκατὸν καὶ ὀγδοήκοντα σταδίους: δὲ Πόλα ἵδρυται μὲν ἐν κόλπῳ λιμενοειδεῖ νησίδια ἔχοντι εὔορμα καὶ εὔκαρπα, κτίσμα δ᾽ ἐστὶν ἀρχαῖον Κόλχων τῶν ἐπὶ τὴν Μήδειαν ἐκπεμφθέντων, διαμαρτόντων δὲ τῆς πράξεως καὶ καταγνόντων ἑαυτῶν φυγήντὸ μὲν φυγάδων κεν ἐνίσποι Γραικὸςὡς Καλλίμαχος εἴρηκενἀτὰρ κείνων γλῶσσ᾽ ὀνόμηνε Πόλας.’ τὰ μὲν δὴ πέραν τοῦ Πάδου χωρία οἵ τε Ἑνετοὶ νέμονται καὶ οἱ Ἴστριοι μέχρι Πόλας. ὑπὲρ δὲ τῶν Ἑνετῶν Κάρνοι καὶ Κενόμανοι καὶ Μεδόακοι καὶ Ἴνσουβροι, ὧν οἱ μὲν πολέμιοι τοῖς Ῥωμαίοις ὑπῆρξαν, Κενόμανοι δὲ καὶ Ἑνετοὶ συνεμάχουν [p. 296] καὶ πρὸ τῆς Ἀννίβα στρατείας, ἡνίκα Βοΐους καὶ Ἰνσούβρους ἐπολέμουν, καὶ μετὰ ταῦτα. [10]

οἱ δ᾽ ἐντὸς τοῦ Πάδου κατέχουσι μὲν ἅπασαν ὅσην ἐγκυκλοῦται τὰ Ἀπέννινα ὄρη πρὸς τὰ Ἄλπεια μέχρι Γενούας καὶ τῶν Σαβάτων. κατεῖχον δὲ Βόιοι καὶ Λίγυες καὶ Σένονες καὶ Γαιζᾶται τὸ πλέον: τῶν δὲ Βοΐων ἐξελαθέντων, ἀφανισθέντων δὲ καὶ τῶν Γαιζατῶν καὶ Σενόνων, λείπεται τὰ Λιγυστικὰ φῦλα καὶ τῶν Ῥωμαίων αἱ ἀποικίαι. τοῖς δὲ Ῥωμαίοις ἀναμέμικται καὶ τὸ τῶν Ὀμβρικῶν φῦλον, ἔστι δ᾽ ὅπου καὶ Τυρρηνῶν. ταῦτα γὰρ ἄμφω τὰ ἔθνη πρὸ τῆς τῶν Ῥωμαίων ἐπὶ πλέον αὐξήσεως εἶχέ τινα πρὸς ἄλληλα περὶ πρωτείων ἅμιλλαν, καὶ μέσον ἔχοντα τὸν Τίβεριν ποταμὸν ῥᾳδίως ἐπιδιέβαινεν ἀλλήλοις. καὶ εἴ πού τινας ἐκστρατείας ἐποιοῦντο ἐπ᾽ ἄλλους οἱ ἕτεροι, καὶ τοῖς ἑτέροις ἔρις ἦν μὴ ἀπολείπεσθαι τῆς εἰς τοὺς αὐτοὺς τόπους ἐξόδου: καὶ δὴ καὶ τῶν Τυρρηνῶν στειλάντων στρατιὰν εἰς τοὺς περὶ τὸν Πάδον βαρβάρους καὶ πραξάντων εὖ, ταχὺ δὲ πάλιν ἐκπεσόντων διὰ τὴν τρυφήν, ἐπεστράτευσαν οἱ ἕτεροι τοῖς ἐκβαλοῦσιν: εἶτ᾽ ἐκ διαδοχῆς τῶν τόπων ἀμφισβητοῦντες πολλὰς τῶν κατοικιῶν τὰς μὲν Τυρρηνικὰς ἐποίησαν τὰς δ᾽ Ὀμβρικάς: πλείους δὲ τῶν Ὀμβρικῶν, οἳ ἐγγυτέρω ἦσαν οἱ δὲ Ῥωμαῖοι παραλαβόντες καὶ πέμψαντες ἐποίκους πολλαχοῦ συνεφύλαξαν καὶ τὰ τῶν προεποικησάντων γένη. καὶ νῦν Ῥωμαῖοι μέν εἰσιν ἅπαντες, οὐδὲν δ᾽ ἧττον Ὄμβροι τε τινὲς λέγονται καὶ Τυρρηνοί, καθάπερ Ἑνετοὶ καὶ Λίγυες καὶ Ἴνσουβροι. [11]

πόλεις δ᾽ εἰσὶν ἐντὸς τοῦ Πάδου καὶ περὶ τὸν Πάδον ἐπιφανεῖς Πλακεντία μὲν καὶ Κρεμώνη πλησιαίταται κατὰ μέσην που τὴν χώραν, μεταξὺ δὲ τούτων τε καὶ Ἀριμίνου Πάρμα καὶ Μουτίνη καὶ Βονωνία [p. 297] πλησίον ἤδη Ῥαουέννης καὶ μικρὰ πολίσματα ἀνὰ μέσον τούτων δι᾽ ὧν εἰς Ῥώμην ὁδός, Ἄγκαρα Ῥήγιον Λέπιδον Μακροὶ Κάμποι, ὅπου πανήγυρις συντελεῖται κατ᾽ ἔτος, Κλάτερνα Φόρον Κορνήλιον, Φαουεντία δὲ καὶ Καισήνα πρὸς τῷ Σάπι ποταμῷ καὶ τῷ Ῥουβίκωνι ἤδη συνάπτουσι τῷ Ἀριμίνῳ. τὸ δὲ Ἀρίμινον Ὄμβρων ἐστὶ κατοικία, καθάπερ καὶ Ῥάουεννα: δέδεκται δ᾽ ἐποίκους Ῥωμαίους ἑκατέρα. ἔχει δὲ τὸ Ἀρίμινον λιμένα καὶ ὁμώνυμον ποταμόν. ἀπὸ δὲ Πλακεντίας εἰς Ἀρίμινον στάδιοι χίλιοι τριακόσιοι. ὑπὲρ δὲ Πλακεντίας ἐπὶ μὲν τοὺς ὅρους τῆς Κοττίου γῆς Τικῖνον ἐν τριάκοντα ἓξ μιλίοις πόλις, καὶ ὁμώνυμος παραρρέων ποταμὸς συμβάλλων τῷ Πάδῳ, καὶ Κλαστίδιον καὶ Δέρθων καὶ Ἀκουαιστατιέλλαι μικρὸν ἐν παρόδῳ. δ᾽ εὐθεῖα εἰς Ὤκελον παρὰ τὸν Πάδον καὶ τὸν Δουρίαν ποταμὸν βαραθρώδης πολλή, πλείους καὶ ἄλλους ἔχουσα ποταμούς, ὧν καὶ τὸν Δρουεντίαν, μιλίων ἐστὶ περὶ ἑκατὸν ἑξήκοντα. ἐντεῦθεν δὲ ἤδη τὰ Ἄλπεια ὄρη καὶ Κελτική1. ἔστι δὲ Δέρθων πόλις ἀξιόλογος κειμένη κατὰ μέσην τὴν ὁδὸν τὴν ἀπὸ Γενούας εἰς Πλακεντίαν, ἑκατέρας διέχουσα σταδίους τετρακοσίους: κατὰ δὲ ταύτην τὴν ὁδὸν καὶ Ἀκουαιστατιέλλαι. ἀπὸ δὲ Πλακεντίας εἰς μὲν Ἀρίμινον εἴρηται: εἰς δὲ Ῥάουενναν κατάπλους τῷ Πάδῳ δυεῖν ἡμερῶν καὶ νυκτῶν. πολὺ δὲ καὶ τῆς ἐντὸς τοῦ Πάδου κατείχετο ὑπὸ ἑλῶν, δι᾽ ὧν Ἀννίβας χαλεπῶς διῆλθε προϊὼν ἐπὶ Τυρρηνίαν: ἀλλ᾽ ἀνέψυξε τὰ πεδία [p. 298] Σκαῦρος διώρυγας πλωτὰς ἀπὸ τοῦ Πάδου μέχρι Πάρμης ἄγων. κατὰ γὰρ Πλακεντίαν Τρεβίας συμβάλλων τῷ Πάδῳ καὶ ἔτι πρότερον ἄλλοι πλείους πληροῦσι πέραν τοῦ μετρίου. οὗτος δὲ Σκαῦρος ἐστὶν καὶ τὴν Αἰμιλίαν ὁδὸν στρώσας τὴν διὰ Πισῶν καὶ Λούνης μέχρι Σαβάτων κἀντεῦθεν διὰ Δέρθωνος: ἄλλη δ᾽ ἐστὶν Αἰμιλία διαδεχομένη τὴν Φλαμινίαν. συνυπάτευσαν γὰρ ἀλλήλοις Μάρκος Λέπιδος καὶ Γάιος Φλαμίνιος: καθελόντες δὲ Λίγυας μὲν τὴν Φλαμινίαν ἔστρωσεν ἐκ Ῥώμης διὰ Τυρρηνῶν καὶ τῆς Ὀμβρικῆς μέχρι τῶν περὶ Ἀρίμινον τόπων, δὲ τὴν ἑξῆς μέχρι Βονωνίας κἀκεῖθεν εἰς Ἀκυληίαν παρὰ τὰς ῥίζας τὰς τῶν Ἄλπεων ἐγκυκλούμενος τὰ ἕλη. ὅριον δὲ τῆς χώρας ταύτης, ἣν ἐντὸς Κελτικὴν καλοῦμεν, πρὸς τὴν λοιπὴν Ἰταλίαν τό τε Ἀπέννινον ὄρος τὸ ὑπὲρ τῆς Τυρρηνίας ἀπεδέδεικτο καὶ Αἶσις ποταμός, ὕστερον δὲ Ῥουβίκων, εἰς τὸν Ἀδρίαν ἐκδιδόντες ἀμφότεροι. [12]

τῆς δ᾽ ἀρετῆς τῶν τόπων τεκμήριον τ᾽ εὐανδρία καὶ τὰ μεγέθη τῶν πόλεων καὶ πλοῦτος, οἷς πᾶσιν ὑπερβέβληνται τὴν ἄλλην Ἰταλίαν οἱ ταύτῃ Ῥωμαῖοι. καὶ γὰρ γεωργουμένη γῆ πολλοὺς καὶ παντοίους ἐκφέρει καρπούς, καὶ αἱ ὗλαι τοσαύτην ἔχουσι βάλανον ὥστ᾽ ἐκ τῶν ἐντεῦθεν ὑοφορβίων Ῥώμη τρέφεται τὸ πλέον. ἔστι δὲ καὶ κεγχροφόρος διαφερόντως διὰ τὴν εὐυδρίαν: τοῦτο δὲ λιμοῦ μέγιστόν ἐστιν ἄκος: πρὸς ἅπαντας γὰρ καιροὺς ἀέρων ἀντέχει καὶ οὐδέποτ᾽ ἐπιλείπειν δύναται, κἂν τοῦ ἄλλου σίτου γένηται σπάνις. ἔχει δὲ καὶ πιττουργεῖα θαυμαστά. τοῦ δ᾽ οἴνου τὸ πλῆθος μηνύουσιν οἱ πίθοι: ξύλινοι γὰρ μείζους οἴκων εἰσί: προσλαμβάνει δὲ πολὺ τῆς πίττης εὐπορία πρὸς τὸ εὐκώνητον. ἐρέαν δὲ τὴν μὲν μαλακὴν οἱ περὶ Μουτίνην τόποι καὶ τὸν Σκουλτάνναν ποταμὸν [p. 299] φέρουσι πολὺ πασῶν καλλίστην, τὴν δὲ τραχεῖαν Λιγυστικὴ καὶ τῶν Ἰνσούβρων, ἐξ ἧς τὸ πλέον τῆς οἰκετείας τῶν Ἰταλιωτῶν ἀμπέχεται, τὴν δὲ μέσην οἱ περὶ Πατάουιον, ἐξ ἧς οἱ τάπητες οἱ πολυτελεῖς καὶ γαυσάπαι καὶ τὸ τοιοῦτον εἶδος πᾶν, ἀμφίμαλλόν τε καὶ ἑτερόμαλλον. τὰ δὲ μέταλλα νυνὶ μὲν οὐχ ὁμοίως ἐνταῦθα σπουδάζεται διὰ τὸ λυσιτελέστερα ἴσως εἶναι τὰ ἐν τοῖς ὑπεραλπείοις Κελτοῖς καὶ τῇ Ἰβηρίᾳ, πρότερον δὲ ἐσπουδάζετο, ἐπεὶ καὶ ἐν Ὀυερκέλλοις χρυσωρυχεῖον ἦν: κώμη δ᾽ ἐστὶ πλησίον Ἰκτουμούλων, καὶ ταύτης κώμης, ἄμφω δ᾽ εἰσὶ περὶ Πλακεντίαν. αὕτη μὲν δὴ πρώτη μερὶς τῆς Ἰταλίας μέχρι δεῦρο περιωδεύσθω.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (H.C. Hamilton, Esq., W. Falconer, M.A., 1903)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: