previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[18]

λέγομεν δ᾽ ἀναλαβόντες ἀπὸ τῆς πρώτης ὑποτυπώσεως ὅτι καθ᾽ ἡμᾶς οἰκουμένη γῆ περίρρυτος οὖσα δέχεται κόλπους εἰς ἑαυτὴν ἀπὸ τῆς ἔξω θαλάττης κατὰ τὸν ὠκεανὸν πολλούς, μεγίστους δὲ τέτταρας: ὧν μὲν βόρειος Κασπία καλεῖται θάλατταοἱ δ᾽ Ὑρκανίαν προσαγορεύουσιν), δὲ Περσικὸς καὶ Ἀράβιος ἀπὸ τῆς νοτίας ἀναχέονται θαλάττης, μὲν τῆς Κασπίας κατ᾽ ἀντικρὺ μάλιστα δὲ τῆς Ποντικῆς, τὸν δὲ τέταρτον, ὅσπερ πολὺ τούτους ὑπερβέβληται κατὰ τὸ μέγεθος, ἐντὸς καὶ καθ᾽ ἡμᾶς λεγομένη θάλαττα ἀπεργάζεται, τὴν μὲν ἀρχὴν ἀπὸ τῆς ἑσπέρας λαμβάνουσα καὶ τοῦ κατὰ τὰς Ἡρακλείους στήλας πορθμοῦ, μηκυνομένη δ᾽ εἰς τὸ πρὸς ἕω μέρος ἐν ἄλλῳ καὶ ἄλλῳ πλάτει, μετὰ δὲ ταῦτα σχιζομένη καὶ τελευτῶσα εἰς δύο κόλπους πελαγίους, τὸν μὲν ἐν ἀριστερᾷ, ὅνπερ [p. 163] Εὔξεινον πόντον προσαγορεύομεν, τὸν δ᾽ ἕτερον τὸν συγκείμενον ἔκ τε τοῦ Αἰγυπτίου πελάγους καὶ τοῦ Παμφυλίου καὶ τοῦ Ἰσσικοῦ. ἅπαντες δ᾽ οἱ λεχθέντες κόλποι ἀπὸ τῆς ἔξω θαλάττης στενὸν ἔχουσι τὸν εἴσπλουν, μᾶλλον μὲν τε Ἀράβιος καὶ κατὰ στήλας, ἧττον δ᾽ οἱ λοιποί. δὲ περικλείουσα αὐτοὺς γῆ τριχῆ νενέμηται, καθάπερ εἴρηται. μὲν οὖν Εὐρώπη πολυσχημονεστάτη πασῶν ἐστιν, δὲ Λιβύη τἀναντία πέπονθεν, δὲ Ἀσία μέσην πως ἀμφοῖν ἔχει τὴν διάθεσιν. ἅπασαι δ᾽ ἐκ τῆς ἐντὸς παραλίας ἔχουσι τὴν αἰτίαν τοῦ τε πολυσχήμονος καὶ τοῦ μή, δ᾽ ἐκτὸς πλὴν τῶν λεχθέντων κόλπων ἁπλῆ καὶ χλαμυδοειδής ἐστιν, ὡς εἶπον, τὰς δ᾽ ἄλλας ἐν μικρῷ διαφορὰς ἐατέον: οὐδὲν γὰρ ἐν τοῖς μεγάλοις τὸ μικρόν. ἔτι δ᾽ ἐπεὶ κατὰ τὴν γεωγραφικὴν ἱστορίαν οὐ σχήματα μόνον ζητοῦμεν καὶ μεγέθη τόπων, ἀλλὰ καὶ σχέσεις πρὸς ἄλληλα αὐτῶν, ὥσπερ ἔφαμεν, καὶ ἐνταῦθα τὸ ποικίλον ἐντὸς παραλία παρέχεται μᾶλλον ἐκτός. πολὺ δ᾽ ἐστὶ καὶ τὸ γνώριμον καὶ τὸ εὔκρατον καὶ τὸ πόλεσι καὶ ἔθνεσιν εὐνομουμένοις συνοικούμενον μᾶλλον ἐνταῦθα ἐκεῖ. ποθοῦμεν δὲ εἰδέναι ταῦτα, ἐν οἷς πλείους παραδίδονται πράξεις καὶ πολιτεῖαι καὶ τέχναι καὶ τἆλλα ὅσα εἰς φρόνησιν συνεργεῖ, αἵ τε χρεῖαι συνάγουσιν ἡμᾶς πρὸς ἐκεῖνα ὧν ἐν ἐφικτῷ αἱ ἐπιπλοκαὶ καὶ κοινωνίαι: ταῦτα δ᾽ ἐστὶν ὅσα οἰκεῖται, μᾶλλον δ᾽ οἰκεῖται καλῶς. πρὸς ἅπαντα δὲ τὰ τοιαῦτα, ὡς ἔφην, παρ᾽ ἡμῖν θάλαττα πλεονέκτημα ἔχει μέγα: καὶ δὴ καὶ ἔνθεν ἀρκτέον τῆς περιηγήσεως.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (H.C. Hamilton, Esq., W. Falconer, M.A., 1903)
hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: