previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[19]

πάλιν δ᾽ ἐκείνου τὸν Δηίμαχον ἰδιώτην ἐνδείξασθαι βουλομένου καὶ ἄπειρον τῶν τοιούτων: οἴεσθαι γὰρ τὴν Ἰνδικὴν μεταξὺ κεῖσθαι τῆς τε φθινοπωρινῆς ἰσημερίας καὶ τῶν τροπῶν τῶν χειμερινῶν, Μεγασθένει τε ἀντιλέγειν φήσαντι ἐν τοῖς νοτίοις μέρεσι τῆς Ἰνδικῆς τάς τε ἄρκτους ἀποκρύπτεσθαι καὶ τὰς σκιὰς ἀντιπίπτειν: μηδέτερον γὰρ τούτων μηδαμοῦ τῆς Ἰνδικῆς συμβαίνειν: ταῦτα δὴ φάσκοντος ἀμαθῶς λέγεσθαι: τό τε γὰρ τὴν φθινοπωρινὴν τῆς ἐαρινῆς διαφέρειν οἴεσθαι κατὰ τὴν διάστασιν τὴν πρὸς τὰς τροπὰς ἀμαθές, τοῦ τε κύκλου τοῦ αὐτοῦ ὄντος καὶ τῆς ἀνατολῆς: τοῦ τε διαστήματος τοῦ ἐπὶ τῆς γῆς τροπικοῦ ἀπὸ τοῦ ἰσημερινοῦ, ὧν μεταξὺ τίθησι τὴν Ἰνδικὴν ἐκεῖνος, δειχθέντος ἐν τῇ ἀναμετρήσει πολὺ ἐλάττονος τῶν δισμυρίων σταδίων, συμβῆναι ἂν καὶ κατ᾽ αὐτὸν ἐκεῖνον, ὅπερ αὐτὸς νομίζει, οὐχ ἐκεῖνος: δυεῖν μὲν γὰρ καὶ τριῶν μυριάδων οὖσαν τὴν Ἰνδικὴν οὐδὲ πεσεῖν μεταξὺ τοσούτου διαστήματος, ὅσων δ᾽ αὐτὸς εἴρηκε, πεσεῖν ἄν: τῆς δ᾽ αὐτῆς ἀγνοίας εἶναι καὶ τὸ μηδαμοῦ τῆς Ἰνδικῆς ἀποκρύπτεσθαι φάσκειν τὰς ἄρκτους μηδὲ τὰς σκιὰς ἀντιπίπτειν, ὅτε γε καὶ πεντακισχιλίους προελθόντι ἀπ᾽ Ἀλεξανδρείας εὐθὺς συμβαίνειν ἄρχεται: ταῦτα δὴ εἰπόντος, εὐθύνει πάλιν οὐκ εὖ Ἵππαρχος, πρῶτον ἀντὶ τοῦ χειμερινοῦ τροπικοῦ τὸν θερινὸν δεξάμενος, εἶτ᾽ οὐκ οἰόμενος δεῖν μάρτυρι χρῆσθαι τῶν μαθηματικῶν ἀναστρολογήτῳ ἀνθρώπῳ, ὥσπερ τοῦ Ἐρατοσθένους προηγουμένως τὴν ἐκείνου μαρτυρίαν ἐγκρίνοντος, ἀλλ᾽ οὐ κοινῷ τινι ἔθει χρωμένου πρὸς τοὺς ματαιολογοῦντας. εἷς γάρ τις τῶν πρὸς τοὺς ματαίως ἀντιλέγοντας ἐλέγχων ἐστίν, ὅταν αὐτὴν τὴν ἐκείνων ἀπόφασιν, ὁποία ποτέ ἐστι, δείξωμεν ἡμῖν συνηγοροῦσαν. [p. 101]

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (H.C. Hamilton, Esq., W. Falconer, M.A., 1903)
hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: