previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


᾿αρχὴ δὲ τῆς Ἀραβίας ἀπὸ τῆς Βαβυλωνίας ἐστὶν Μαικήνη: πρόκειται δὲ ταύτης τῇ μὲν ἔρημος τῶν Ἀράβων τῇ δὲ τὰ ἕλη τὰ κατὰ Χαλδαίους, ποιεῖ παρεκχεόμενος Εὐφράτης, τῇ δὲ κατὰ Πέρσας θάλαττα. δυσάερος δὲ οὖσα καὶ ὁμιχλώδης καὶ ἔπομβρος ἅμα καὶ καυματηρά, καλλίκαρπός ἐστιν ὅμως: δ᾽ ἄμπελος ἐν ἕλεσι φύεται, καλαμίναις ῥιψὶν ἐπιβαλλομένης γῆς, ὅση δέξαιτ᾽ ἂν τὸ φυτόν, ὥστε φορητὴν [p. 1071] γίνεσθαι πολλάκις, εἶτα κοντοῖς ἀπωθεῖσθαι πάλιν εἰς τὴν οἰκείαν ἕδραν. [2]

᾿επάνειμι δὲ ἐπὶ τὰς Ἐρατοσθένους ἀποφάσεις ἃς ἑξῆς περὶ τῆς Ἀραβίας ἐκτίθεται. φησὶ δὲ περὶ τῆς προσαρκτίου καὶ ἐρήμης ἥτις ἐστὶ μεταξὺ τῆς τε εὐδαίμονος Ἀραβίας καὶ τῆς Κοιλοσύρων καὶ τῶν Ἰουδαίων μέχρι τοῦ μυχοῦ τοῦ Ἀραβίου κόλπου, διότι ἀπὸ Ἡρώων πόλεως, ἥτις ἐστὶν ἐν τῷ πρὸς τὸν Νεῖλον μυχῷ τοῦ Ἀραβίου κόλπου, πρὸς μὲν τὴν Ναβαταίων Πέτραν εἰς Βαβυλῶνα πεντακισχίλιοι ἑξακόσιοι, πᾶσα μὲν πρὸς ἀνατολὰς θερινάς, διὰ δὲ τῶν παρακειμένων Ἀραβίων ἐθνῶν Ναβαταίων τε καὶ Χαυλοταίων καὶ Ἀγραίων: ὑπὲρ δὲ τούτων εὐδαίμων ἐστίν, ἐπὶ μυρίους καὶ δισχιλίους ἐκκειμένη σταδίους πρὸς νότον μέχρι τοῦ Ἀτλαντικοῦ πελάγους. ἔχουσι δ᾽ αὐτὴν οἱ μὲν πρῶτοι μετὰ τοὺς Σύρους καὶ τοὺς Ἰουδαίους ἄνθρωποι γεωργοί: μετὰ δὲ τούτους δίαμμός ἐστι γῆ καὶ λυπρά, φοίνικας ἔχουσα ὀλίγους καὶ ἄκανθαν καὶ μυρίκην καὶ ὀρυκτὰ ὕδατα, καθάπερ καὶ Γεδρωσία: σκηνῖται δ᾽ ἔχουσιν αὐτὴν Ἄραβες καὶ καμηλοβοσκοί. τὰ δ᾽ ἔσχατα πρὸς νότον καὶ ἀνταίροντα τῇ Αἰθιοπίᾳ βρέχεταί τε θερινοῖς ὄμβροις καὶ δισπορεῖται παραπλησίως τῇ Ἰνδικῇ, ποταμοὺς δ᾽ ἔχει καταναλισκομένους εἰς πεδία καὶ λίμνας, εὐκαρπία δ᾽ ἐστὶν τε ἄλλη καὶ μελιτουργεῖα δαψιλῆ, βοσκημάτων τε ἀφθονία πλὴν ἵππων καὶ ἡμιόνων καὶ ὑῶν, ὄρνεά τε παντοῖα πλὴν χηνῶν καὶ ἀλεκτορίδων. κατοικεῖ δὲ τὰ μέγιστα τέτταρα ἔθνη τὴν ἐσχάτην λεχθεῖσαν χώραν, Μιναῖοι μὲν ἐν τῷ πρὸς τὴν Ἐρυθρὰν μέρει, πόλις δ᾽ αὐτῶν μεγίστη Κάρνα Κάρνανα: ἐχόμενοι δὲ τούτων Σαβαῖοι, μητρόπολις δ᾽ αὐτῶν Μαρίαβα: τρίτοι δὲ Κατταβανεῖς καθήκοντες πρὸς τὰ στενὰ καὶ τὴν διάβασιν τοῦ Ἀραβίου [p. 1072] κόλπου, τὸ δὲ βασίλειον αὐτῶν Τάμνα καλεῖται: πρὸς ἕω δὲ μάλιστα Χατραμωτῖται, πόλιν δ᾽ ἔχουσι Σάβαταν. [3]

μοναρχοῦνται δὲ πᾶσαι καὶ εἰσὶν εὐδαίμονες, κατεσκευασμέναι καλῶς ἱεροῖς τε καὶ βασιλείοις, αἵ τε οἰκίαι ταῖς Αἰγυπτίαις ἐοίκασι κατὰ τὴν τῶν ξύλων ἔνδεσιν: χώραν δ᾽ ἐπέχουσιν οἱ τέτταρες νομοὶ μείζω τοῦ κατ᾽ Αἴγυπτον Δέλτα: διαδέχεται δὲ τὴν βασίλειαν οὐ παῖς παρὰ πατρός, ἀλλ᾽ ὃς ἂν πρῶτος γεννηθῇ τινι τῶν ἐπιφανῶν παῖς μετὰ τὴν κατάστασιν τοῦ βασιλέως: ἅμα γὰρ τῷ κατασταθῆναί τινα εἰς τὴν ἀρχὴν ἀναγράφονται τὰς ἐγκύους γυναῖκας τῶν ἐπιφανῶν ἀνδρῶν καὶ ἐφιστᾶσι φύλακας, ἥτις δ᾽ ἂν πρώτη τέκῃ, τὸν ταύτης υἱὸν νόμος ἐστὶν ἀναληφθέντα τρέφεσθαι βασιλικῶς ὡς διαδεξόμενον. [4]

φέρει δὲ λιβανωτὸν μὲν Κατταβανία, σμύρναν δὲ Χατραμωτῖτις: καὶ ταῦτά τε καὶ τὰ ἄλλα ἀρώματα μεταβάλλονται τοῖς ἐμπόροις. ἔρχονται δὲ πρὸς αὐτοὺς ἐξ Αἰλάνων μὲν εἰς Μιναίαν ἐν ἑβδομήκοντα ἡμέραις: ἔστι δ᾽ Αἴλανα πόλις ἐν θατέρῳ μυχῷ τοῦ Ἀραβίου κόλπου τῷ κατὰ Γάζαν, τῷ Αἰλανίτῃ καλουμένῳ, καθάπερ εἰρήκαμεν: Γερραῖοι δ᾽ εἰς τὴν Χατραμωτῖτιν ἐν τετταράκοντα ἡμέραις ἀφικνοῦνται. τοῦ δ᾽ Ἀραβίου κόλπου τὸ μὲν παρὰ τὴν Ἀραβίαν πλευρὸν ἀρχομένοις ἀπὸ τοῦ Αἰλανίτου μυχοῦ, καθάπερ οἱ περὶ Ἀλέξανδρον ἀνέγραψαν καὶ Ἀναξικράτης, μυρίων καὶ τετρακισχιλίων σταδίων ἐστίν: εἴρηται δὲ ἐπὶ πλέον. τὸ δὲ κατὰ τὴν Τρωγλοδυτικήν, ὅπερ ἐστὶν ἐν δεξιᾷ ἀποπλέουσιν ἀπὸ Ἡρώων πόλεως, μέχρι μὲν Πτολεμαΐδος καὶ τῆς τῶν ἐλεφάντων θήρας ἐνακισχίλιοι πρὸς μεσημβρίαν στάδιοι καὶ μικρὸν ἐπὶ τὴν ἕω: ἐντεῦθεν δὲ μέχρι τῶν στενῶν ὡς τετρακισχίλιοι καὶ πεντακόσιοι πρὸς τὴν ἕω μᾶλλον. ποιεῖ δὲ ἄκρα τὰ στενὰ πρὸς τὴν [p. 1073] Αἰθιοπίαν Δειρὴ καλουμένη, καὶ πολίχνιον ὁμώνυμον αὐτῇ: κατοικοῦσι δὲ ἰχθυοφάγοι. καί φασιν ἐνταῦθα στήλην εἶναι Σεσώστριος τοῦ Αἰγυπτίου μηνύουσαν ἱεροῖς γράμμασι τὴν διάβασιν αὐτοῦ: φαίνεται γὰρ τὴν Αἰθιοπίδα καὶ τὴν Τρωγλοδυτικὴν πρῶτος καταστρεψάμενος οὗτος, εἶτα διαβὰς εἰς τὴν Ἀραβίαν κἀντεῦθεν τὴν Ἀσίαν ἐπελθὼν τὴν σύμπασαν: διὸ δὴ πολλαχοῦ Σεσώστριος χάρακες προσαγορεύονται, καὶ ἀφιδρύματά ἐστιν Αἰγυπτίων θεῶν ἱερῶν. τὰ δὲ κατὰ Δειρὴν στενὰ συνάγεται εἰς σταδίους ἑξήκοντα: οὐ μὴν ταῦτά γε καλεῖται νυνὶ στενά, ἀλλὰ προσπλεύσασιν ἀπωτέρω, καθὸ τὸ μὲν δίαρμά ἐστι τὸ μεταξὺ τῶν ἠπείρων διακοσίων που σταδίων, ἓξ δὲ νῆσοι συνεχεῖς ἀλλήλαις τὸ δίαρμα ἐκπληροῦσαι στενοὺς τελέως διάπλους ἀπολείπουσι, δι᾽ ὧν σχεδίαις τὰ φορτία κομίζουσι δεῦρο κἀκεῖσε, καὶ λέγουσι ταῦτα στενά. μετὰ δὲ τὰς νήσους ἑξῆς πλοῦς ἐστιν ἐγκολπίζουσι παρὰ τὴν σμυρνοφόρον ἐπὶ τὴν μεσημβρίαν ἅμα καὶ τὴν ἕω μέχρι πρὸς τὴν τὸ κιννάμωμον φέρουσαν, ὅσον πεντακισχιλίων σταδίων: πέρα δὲ ταύτης οὐδένα ἀφῖχθαί φησι μέχρι νῦν. πόλεις δ᾽ ἐν μὲν τῇ παραλίᾳ μὴ πολλὰς εἶναι, κατὰ δὲ τὴν μεσόγαιαν πολλὰς οἰκουμένας καλῶς. τὰ μὲν δὴ τοῦ Ἐρατοσθένους περὶ τῆς Ἀραβίας τοιαῦτα: προσθετέον δὲ καὶ τὰ παρὰ τῶν ἄλλων. [5]

φησὶ δ᾽ Ἀρτεμίδωρος τὸ ἀντικείμενον ἐκ τῆς Ἀραβίας ἀκρωτήριον τῇ Δειρῇ καλεῖσθαι * Ἀκίλαν: τοὺς δὲ περὶ τὴν Δειρὴν κολοβοὺς εἶναι τὰς βαλάνους. ἀπὸ δὲ Ἡρώων πόλεως πλέουσι κατὰ τὴν Τρωγλοδυτικὴν πόλιν εἶναι Φιλωτέραν ἀπὸ τῆς ἀδελφῆς τοῦ δευτέρου Πτολεμαίου προσαγορευθεῖσαν, Σατύρου κτίσμα τοῦ πεμφθέντος ἐπὶ τὴν διερεύνησιν τῆς τῶν ἐλεφάντων θήρας καὶ τῆς Τρωγλοδυτικῆς: εἶτα ἄλλην πόλιν [p. 1074] Ἀρσινόην: εἶτα θερμῶν ὑδάτων ἐκβολὰς πικρῶν καὶ ἁλμυρῶν, κατὰ πέτρας τινὸς ὑψηλῆς ἐκδιδόντων εἰς τὴν θάλατταν, καὶ πλησίον ὄρος ἐστὶν ἐν πεδίῳ μιλτῶδες: εἶτα Μυὸς ὅρμον ὃν καὶ Ἀφροδίτης ὅρμον καλεῖσθαι, λιμένα μέγαν, τὸν εἴσπλουν ἔχοντα σκολιόν: προκεῖσθαι δὲ νήσους τρεῖς, δύο μὲν ἐλαίαις κατασκίους, μίαν δ᾽ ἧττον κατάσκιον, μελεαγρίδων μεστήν: εἶθ᾽ ἑξῆς τὸν Ἀκάθαρτον κόλπον καὶ αὐτὸν κατὰ τὴν Θηβαΐδα κείμενον, καθάπερ τὸν Μυὸς ὅρμον, ὄντως δὲ ἀκάθαρτον: καὶ γὰρ ὑφάλοις χοιράσι καὶ ῥαχίαις ἐκτετράχυνται καὶ πνοιαῖς καταιγιζούσαις τὸ πλέον. ἐνταῦθα δὲ ἱδρῦσθαι Βερενίκην πόλιν ἐν βάθει τοῦ κόλπου. [6]

μετὰ δὲ τὸν κόλπον Ὀφιώδης καλουμένη νῆσος ἀπὸ τοῦ συμβεβηκότος, ἣν ἠλευθέρωσε τῶν ἑρπετῶν βασιλεύς, ἅμα καὶ διὰ τὰς φθορὰς τῶν προσορμιζομένων ἀνθρώπων τὰς ἐκ τῶν θηρίων καὶ διὰ τὰ τοπάζια. λίθος δέ ἐστι διαφανὴς χρυσοειδὲς ἀποστίλβων φέγγος, ὅσον μεθ᾽ ἡμέραν μὲν οὐ ῥᾴδιον ἰδεῖν ἔστιὑπεραυγεῖται γάρ), νύκτωρ δ᾽ ὁρῶσιν οἱ συλλέγοντες: περικαθάψαντες δὲ ἀγγεῖον σημείου χάριν μεθ᾽ ἡμέραν ἀνορύττουσι: καὶ ἦν σύστημα ἀνθρώπων ἀποδεδειγμένων εἰς τὴν φυλακὴν τῆς λιθείας ταύτης καὶ τὴν συναγωγήν, σιταρχούμενον ὑπὸ τῶν τῆς Αἰγύπτου βασιλέων. [7]

μετὰ δὲ τὴν νῆσον ταύτην πολλά ἐστιν ἰχθυοφάγων γένη καὶ νομάδων: εἶθ᾽ τῆς Σωτείρας λιμήν, ὃν ἐκ κινδύνων μεγάλων τινὲς σωθέντες τῶν ἡγεμόνων ἀπὸ τοῦ συμβεβηκότος οὕτως ἐκάλεσαν. μετὰ δὲ ταῦτα ἐξάλλαξις πολλὴ τῆς παραλίας καὶ τοῦ κόλπου: τὸν γὰρ παράπλουν οὐκέτι συμβαίνει τραχὺν εἶναι, συνάπτειν τέ πως τῇ Ἀραβίᾳ καὶ τὸ πέλαγος ταπεινὸν εἶναι [p. 1075] σχεδόν τι καὶ ἐπὶ δύο ὀργυιάς, ποάζειν τε τὴν ἐπιφάνειαν διαφαινομένου τοῦ μνίου καὶ τοῦ φύκους ὅπερ πλεονάζει κατὰ τὸν πόρον, ὅπου γε καὶ δένδρα φύεται καθ᾽ ὕδατος παρὰ τοῖς ἐνταῦθα: ἔχει δὲ καὶ κυνῶν πλῆθος τῶν θαλαττίων πόρος: εἶθ᾽ οἱ Ταῦροι, δύο ὄρη τύπον τινὰ πόρρωθεν δεικνύντα τοῖς ζῴοις ὅμοιον: εἶτ᾽ ἄλλο ὄρος ἱερὸν ἔχον τῆς Ἴσιδος, Σεσώστριος ἀφίδρυμα: εἶτα νῆσος ἐλαίᾳ κατάφυτος ἐπικλυζομένη, μεθ᾽ ἣν Πτολεμαῒς πρὸς τῇ θήρᾳ τῶν ἐλεφάντων, κτίσμα Εὐμήδους τοῦ πεμφθέντος ἐπὶ τὴν θήραν ὑπὸ Φιλαδέλφου, λάθρᾳ περιβαλομένου χερρονήσῳ τινὶ τάφρον καὶ περίβολον, εἶτ᾽ ἐκθεραπεύσαντος τοὺς κωλύοντας καὶ κατεσκευασμένου φίλους ἀντὶ δυσμενῶν. [8]

᾿εν δὲ τῷ μεταξὺ ἐκδίδωσιν ἀπόσπασμα τοῦ Ἀσταβόρα καλουμένου ποταμοῦ, ὃς ἐκ λίμνης τὴν ἀρχὴν ἔχων μέρος μέν τι ἐκδίδωσι, τὸ δὲ πλέον συμβάλλει τῷ Νείλῳ: εἶτα νῆσοι ἓξ Λατομίαι καλούμεναι: καὶ μετὰ ταῦτα τὸ Σαβαϊτικὸν στόμα λεγόμενον καὶ ἐν τῇ μεσογαίᾳ φρούριον, Τοσούχου ἵδρυμα: εἶτα λιμὴν καλούμενος Ἐλαία καὶ Στράτωνος νῆσος: εἶτα λιμὴν Σαβὰ καὶ κυνήγιον ἐλεφάντων ὁμώνυμον αὐτῷ: δ᾽ ἐν βάθει τούτων χώρα Τηνεσσὶς λέγεται: ἔχουσι δ᾽ αὐτὴν οἱ παρὰ Ψαμμιτίχου φυγάδες Αἰγυπτίων: ἐπονομάζονται δὲ Σεμβρῖται, ὡς ἂν ἐπήλυδες: βασιλεύονται δ᾽ ὑπὸ γυναικός, ὑφ᾽ ἥν ἐστι καὶ Μερόη, πλησίον τῶν τόπων οὖσα τούτων ἐν τῷ Νείλῳ νῆσος, ὑπὲρ ἧς ἄλλη ἐστὶ νῆσος οὐ πολὺ ἄπωθεν ἐν τῷ ποταμῷ, κατοικία τῶν αὐτῶν τούτων φυγάδων. ἀπὸ δὲ Μερόης ἐπὶ τήνδε τὴν θάλατταν εὐζώνῳ ὁδὸς ἡμερῶν πεντεκαίδεκα. περὶ δὲ τὴν Μερόην καὶ συμβολὴ τοῦ τε Ἀσταβόρα καὶ τοῦ Ἀστάπου καὶ ἔτι τοῦ Ἀστασόβα πρὸς τὸν Νεῖλον. [p. 1076] [9]

παροικοῦσι δὲ τούτοις οἱ ῥιζοφάγοι καὶ ἕλειοι προσαγορευόμενοι διὰ τὸ ἐκ τοῦ παρακειμένου ῥιζοτομοῦντας ἕλους κόπτειν λίθοις καὶ ἀναπλάττειν μάζας, ἡλιάσαντας δὲ σιτεῖσθαι: λεοντοβότα δ᾽ ἐστὶ τὰ χωρία: ταῖς δ᾽ ὑπὸ κυνὸς ἐπιτολὴν ἡμέραις ὑπὸ κωνώπων μεγάλων ἐξελαύνεται τὰ θηρία ἐκ τῶν τόπων: εἰσὶ δὲ καὶ σπερμοφάγοι πλησίον, οἳ τῶν σπερμάτων ἐπιλιπόντων ὑπὸ τῶν ἀκροδρύων τρέφονται, σκευάζοντες παραπλησίως ὥσπερ τὰς ῥίζας οἱ ῥιζοφάγοι. μετὰ δὲ τὴν Ἐλαίαν αἱ Δημητρίου σκοπιαὶ καὶ βωμοὶ Κόνωνος: ἐν δὲ τῇ μεσογαίᾳ καλάμων Ἰνδικῶν φύεται πλῆθος: καλεῖται δὲ χώρα Κορακίου: ἦν δέ τις ἐν βάθει Ἐνδέρα γυμνητῶν ἀνθρώπων κατοικία, τόξοις χρωμένων καλαμίνοις καὶ πεπυρακτωμένοις οἰστοῖς: ἀπὸ δένδρων δὲ τοξεύουσι τὰ θηρία τὸ πλέον, ἔστι δ᾽ ὅτε καὶ ἀπὸ γῆς: πολὺ δ᾽ ἐστὶ παρ᾽ αὐτοῖς πλῆθος τῶν ἀγρίων βοῶν: ἀπὸ δὲ τῆς τούτων καὶ τῶν ἄλλων θηρίων κρεοφαγίας ζῶσιν, ἐπὰν δὲ μηδὲν θηρεύσωσι, τὰ ξηρὰ δέρματα ἐπ᾽ ἀνθρακιᾶς ὀπτῶντες ἀρκοῦνται τῇ τοιαύτῃ τροφῇ. ἔθος δ᾽ ἐστὶν αὐτοῖς ἀγῶνα τοξείας προτιθέναι τοῖς ἀνήβοις παισί. μετὰ δὲ τοὺς Κόνωνος βωμοὺς Μήλινος λιμήν: ὑπέρκειται δ᾽ αὐτοῦ φρούριον Κοράου καλούμενον καὶ κυνήγιον τοῦ Κοράου καὶ ἄλλο φρούριον καὶ κυνήγια πλείω: εἶτα Ἀντιφίλου λιμὴν καὶ οἱ ὑπὲρ τούτου κρεοφάγοι, κολοβοὶ τὰς βαλάνους καὶ αἱ γυναῖκες ἰουδαϊκῶς ἐκτετμημέναι. [10]

῎ετι δ᾽ ὑπὲρ τούτων ὡς πρὸς μεσημβρίαν οἱ κυναμολγοί, ὑπὸ δὲ τῶν ἐντοπίων ἄγριοι καλούμενοι, κατάκομοι, καταπώγωνες, κύνας ἐκτρέφοντες εὐμεγέθεις, οἷς θηρεύουσι τοὺς ἐπερχομένους ἐκ τῆς πλησιοχώρου βόας Ἰνδικούς, εἴθ᾽ ὑπὸ θηρίων ἐξελαυνομένους εἴτε σπάνει νομῆς: δ᾽ ἔφοδος αὐτῶν ἀπὸ θερινῶν [p. 1077] τροπῶν μέχρι μέσου χειμῶνος. τῷ δ᾽ Ἀντιφίλου λιμένι ἑξῆς ἔστι λιμὴν καλούμενος κολοβῶν ἄλσος καὶ Βερενίκη πόλις κατὰ Σαβὰς καὶ Σαβαί, πόλις εὐμεγέθης, εἶτα τὸ τοῦ Εὐμένους ἄλσος. ὑπέρκειται δὲ πόλις Δάραδα καὶ κυνήγιον ἐλεφάντων τὸ πρὸς τῷ φρέατι καλούμενον: κατοικοῦσι δ᾽ ἐλεφαντοφάγοι, τὴν θήραν ποιούμενοι τοιαύτην: ἀπὸ τῶν δένδρων ἰδόντες ἀγέλην διὰ τοῦ δρυμοῦ φερομένην τῇ μὲν οὐκ ἐπιτίθενται, τοὺς δ᾽ ἀποπλανηθέντας ἐκ τῶν ὄπισθεν λάθρᾳ προσιόντες νευροκοποῦσι: τινὲς δὲ καὶ τοξεύμασιν ἀναιροῦσιν αὐτοὺς χολῇ βεβαμμένοις ὄφεων: δὲ τοξεία διὰ τριῶν ἀνδρῶν συντελεῖται, τῶν μὲν κατεχόντων τὸ τόξον καὶ προβεβηκότων τοῖς ποσί, τοῦ δ᾽ ἕλκοντος τὴν νευράν: ἄλλοι δὲ σημειωσάμενοι τὰ δένδρα οἷς εἰώθασι προσαναπαύεσθαι, προσιόντες ἐκ θατέρου μέρους τὸ στέλεχος ὑποκόπτουσιν: ἐπὰν οὖν προσιὸν τὸ θηρίον ἀποκλίνῃ πρὸς αὐτό, πεσόντος τοῦ δένδρου πίπτει καὶ αὐτό, ἀναστῆναι δὲ μὴ δυναμένου διὰ τὸ τὰ σκέλη διηνεκὲς ὀστοῦν ἔχειν καὶ ἀκαμπές, καταπηδήσαντες ἀπὸ τῶν δένδρων ἀνατέμνουσιν αὐτό: τοὺς δὲ κυνηγοὺς οἱ νομάδες ἀκαθάρτους καλοῦσιν. [11]

῾υπέρκειται δὲ τούτων ἔθνος οὐ μέγα στρουθοφάγων, παρ᾽ οἷς ὄρνεις εἰσὶ μέγεθος ἐλάφων ἔχοντες, πέτασθαι μὲν οὐ δυνάμενοι, θέοντες δὲ ὀξέως καθάπερ οἱ στρουθοκάμηλοι: θηρεύουσι δ᾽ αὐτοὺς οἱ μὲν τόξοις, οἱ δὲ ταῖς δοραῖς τῶν στρουθῶν σκεπασθέντες τὴν μὲν δεξιὰν καλύπτουσι τῷ τραχηλιμαίῳ μέρει καὶ κινοῦσιν οὕτως ὥσπερ τὰ ζῷα κινεῖται τοῖς τραχήλοις, τῇ δὲ ἀριστερᾷ σπέρμα προχέουσιν ἀπὸ πήρας παρηρτημένης, καὶ τούτῳ δελεάσαντες τὰ ζῷα εἰς φάραγγας συνωθοῦσιν: ἐνταῦθα δ᾽ ἐφεστῶτες ξυλοκόποι κατακόπτουσι: καὶ ἀμπέχονται δὲ καὶ ὑποστόρνυνται τὰ [p. 1078] δέρματα ταῦτα: πολεμοῦσι δὲ τούτοις οἱ σιμοὶ καλούμενοι Αἰθίοπες, κέρασιν ὀρύγων ὅπλοις χρώμενοι. [12]

πλησιόχωροι δὲ τούτοις εἰσὶ μελανώτεροί τε τῶν ἄλλων καὶ βραχύτεροι καὶ βραχυβιώτατοι ἀκριδοφάγοι: τὰ γὰρ τετταράκοντα ἔτη σπανίως ὑπερτιθέασιν, ἀποθηριουμένης αὐτῶν τῆς σαρκός: ζῶσι δ᾽ ἀπὸ ἀκρίδων, ἃς οἱ ἐαρινοὶ λίβες καὶ ζέφυροι πνέοντες μεγάλοι συνελαύνουσιν εἰς τοὺς τόπους τούτους: ἐν ταῖς χαράδραις δὲ ἐμβαλόντες ὕλην καπνώδη καὶ ὑφάψαντες μικρὸν ... ὑπερπετάμεναι γὰρ τὸν καπνὸν σκοτοῦνται καὶ πίπτουσι: συγκόψαντες δ᾽ αὐτὰς μεθ᾽ ἁλμυρίδος μάζας ποιοῦνται καὶ χρῶνται. τούτων δ᾽ ἔρημος ὑπέρκειται μεγάλη, νομὰς δαψιλεῖς ἔχουσα, ἐκλειφθεῖσα δ᾽ ὑπὸ πλήθους σκορπίων καὶ φαλαγγίων τῶν τετραγνάθων καλουμένων, ἐπιπολάσαντός ποτε καὶ ἀπεργασαμένου τοῖς ἀνθρώποις φυγὴν παντελῆ. [13]

μετὰ δὲ Εὐμένους λιμένα μέχρι Δειρῆς καὶ τῶν κατὰ τὰς ἓξ νήσους στενῶν ἰχθυοφάγοι καὶ κρεοφάγοι κατοικοῦσι καὶ κολοβοὶ μέχρι τῆς μεσογαίας. εἰσὶ δὲ καὶ θῆραι πλείους ἐλεφάντων καὶ πόλεις ἄσημοι καὶ νησία πρὸ τῆς παραλίας: νομάδες δ᾽ οἱ πλείους, ὀλίγοι δ᾽ οἱ γεωργοῦντες: παρά τισι δὲ τούτων φύεται στύραξ οὐκ ὀλίγος. συνάγουσι δὲ ταῖς ἀμπώτεσιν οἱ ἰχθυοφάγοι τοὺς ἰχθῦς: ἐπιρρίψαντες δὲ ταῖς πέτραις κατοπτῶσι πρὸς τὸν ἥλιον, εἶτ᾽ ἐξοπτήσαντες τὰς ἀκάνθας μὲν σωρεύουσι, τὴν δὲ σάρκα πατήσαντες μάζας ποιοῦνται, πάλιν δὲ ταύτας ἡλιάζοντες σιτοῦνται: χειμῶνος δ᾽ ἀδυνατήσαντες συνάγειν τοὺς ἰχθῦς τὰς σεσωρευμένας ἀκάνθας κόψαντες μάζας ἀναπλάττονται καὶ χρῶνται, τὰς δὲ νεαρὰς ἐκμυζῶσιν: ἔνιοι δὲ τὰς κόγχας ἐχούσας τὴν σάρκα σιτεύουσι, καταβάλλοντες εἰς χαράδρια καὶ συστάδας θαλάττης, εἶτ᾽ ἰχθύδια [p. 1079] παραρριπτοῦντες τροφὴν αὐταῖς χρῶνται ἐν τῇ τῶν ἰχθύων σπάνει: ἔστι δ᾽ αὐτοῖς καὶ ἰχθυοτροφεῖα παντοῖα, ἀφ᾽ ὧν ταμιεύονται. ἔνιοι δὲ τῶν τὴν ἄνυδρον παραλίαν οἰκούντων διὰ πέντε ἡμερῶν ἐπὶ τὰ ὑδρεῖα ἀναβαίνουσι πανοίκιοι μετὰ παιανισμοῦ, ῥιφέντες δὲ πρηνεῖς πίνουσι βοῶν δίκην ἕως ἐκτυμπανώσεως τῆς γαστρός, εἶτ᾽ ἀπίασιν ἐπὶ θάλατταν πάλιν: οἰκοῦσι δ᾽ ἐν σπηλαίοις μάνδραις στεγασταῖς ἀπὸ δοκῶν μὲν καὶ στρωτήρων τῶν κητείων ὀστέων καὶ ἀκανθῶν, φυλλάδος δ᾽ ἐλαΐνης. [14]

οἱ δὲ χελωνοφάγοι τοῖς ὀστράκοις αὐτῶν σκεπάζονται μεγάλοις οὖσιν ὥστε καὶ πλεῖσθαι ἐν αὐτοῖς: ἔνιοι δὲ τοῦ φύκους ἀποβεβλημένου πολλοῦ καὶ θῖνας ὑψηλὰς καὶ λοφώδεις ποιοῦντος, ὑπορύττοντες ταύτας ὑποικοῦσι: τοὺς δὲ νεκροὺς ῥίπτουσι τροφὴν τοῖς ἰχθύσιν, ἀναλαμβανομένους ὑπὸ τῶν πλημμυρίδων. τῶν δὲ νήσων τινὲς τρεῖς ἐφεξῆς κεῖνται, μὲν χελωνῶν δὲ φωκῶν δ᾽ ἱεράκων λεγομένη. πᾶσα δ᾽ παραλία φοίνικάς τε ἔχει καὶ ἐλαιῶνας καὶ δαφνῶνας, οὐχ ἐντὸς τῶν στενῶν μόνον ἀλλὰ καὶ τῆς ἐκτὸς πολλή. ἔστι δέ τις καὶ Φιλίππου νῆσος, καθ᾽ ἣν ὑπέρκειται τὸ Πυθαγγέλου καλούμενον τῶν ἐλεφάντων κυνήγιον: εἶτ᾽ Ἀρσινόη πόλις καὶ λιμήν, καὶ μετὰ ταῦτα Δειρή: καὶ τούτων ὑπέρκειται θήρα τῶν ἐλεφάντων. ἀπὸ δὲ τῆς Δειρῆς ἐφεξῆς ἐστιν ἀρωματοφόρος, πρώτη μὲν τὴν σμύρναν φέρουσα, καὶ αὕτη μὲν ἰχθυοφάγων καὶ κρεοφάγων: φύει δὲ καὶ περσέαν καὶ συκάμινον Αἰγύπτιον: ὑπέρκειται δ᾽ Λίχα θήρα τῶν ἐλεφάντων: πολλαχοῦ δ᾽ εἰσὶ συστάδες τῶν ὀμβρίων ὑδάτων, ὧν ἀναξηρανθεισῶν οἱ ἐλέφαντες ταῖς προβοσκίσι καὶ τοῖς ὀδοῦσι φρεωρυχοῦσι καὶ ἀνευρίσκουσιν ὕδωρ. ἐν δὲ τῇ παραλίᾳ ταύτῃ μέχρι τοῦ [p. 1080] Πυθολάου ἀκρωτηρίου δύο λίμναι εἰσὶν εὐμεγέθεις: μὲν ἁλμυροῦ ὕδατος, ἣν καλοῦσι θάλατταν, δὲ γλυκέος, τρέφει καὶ ἵππους ποταμίους καὶ κροκοδείλους, περὶ τὰ χείλη δὲ πάπυρον: ὁρῶνται δὲ καὶ ἴβεις περὶ τὸν τόπον. ἤδη δὲ καὶ οἱ πλησίον τῆς ἄκρας τῆς Πυθολάου τὰ σώματα ὁλόκληροί εἰσι. μετὰ δὲ τούτους λιβανωτοφόρος: ἐνταῦθα ἄκρα ἐστὶ καὶ ἱερὸν αἰγειρῶνα ἔχον. ἐν δὲ τῇ μεσογαίᾳ ποταμία τις Ἴσιδος λεγομένη καὶ ἄλλη τις Νεῖλος, ἄμφω καὶ σμύρναν καὶ λίβανον παραπεφυκότα ἔχουσαι. ἔστι δὲ καὶ δεξαμενή τις τοῖς ἐκ τῶν ὀρῶν ὕδασι πληρουμένη καὶ μετὰ ταῦτα Λέοντος σκοπὴ καὶ Πυθαγγέλου λιμήν: δ᾽ ἑξῆς ἔχει καὶ ψευδοκασίαν. συνεχῶς δ᾽ εἰσὶ ποτάμιαι τε πλείους ἔχουσαι λίβανον παραπεφυκότα καὶ ποταμοὶ μέχρι τῆς κινναμωμοφόρου: δ᾽ ὁρίζων ταύτην ποταμὸς φέρει καὶ φλοῦν πάμπολυν: εἶτ᾽ ἄλλος ποταμὸς καὶ Δαφνοῦς λιμὴν καὶ ποταμία Ἀπόλλωνος καλουμένη, ἔχουσα πρὸς τῷ λιβάνῳ καὶ σμύρναν καὶ κιννάμωμον: τοῦτο δὲ πλεονάζει μᾶλλον περὶ τοὺς ἐν βάθει τόπους: εἶθ᾽ Ἐλέφας τὸ ὄρος ἐκκείμενον εἰς θάλατταν, καὶ διῶρυξ καὶ ἐφεξῆς Ψυγμοῦ λιμὴν μέγας καὶ ὕδρευμα τὸ κυνοκεφάλων καλούμενον, καὶ τελευταῖον ἀκρωτήριον τῆς παραλίας ταύτης, τὸ Νότου κέρας. κάμψαντι δὲ τοῦτο ὡς ἐπὶ μεσημβρίαν οὐκέτι, φησίν, ἔχομεν λιμένων ἀναγραφὰς οὐδὲ τόπων διὰ τὸ μηκέτι εἶναι γνώριμον * ἐν δὲ τῇ ἑξῆς παραλίᾳ. [15] εἰσὶ καὶ στῆλαι καὶ βωμοὶ Πυθολάου καὶ Λίχα καὶ Πυθαγγέλου καὶ Λέοντος καὶ Χαριμόρτου κατὰ τὴν γνώριμον παραλίαν τὴν ἀπὸ Δειρῆς μέχρι Νότου κέρως, τὸ δὲ διάστημα οὐ γνώριμον. πληθύει δ᾽ ἐλέφασιν χώρα καὶ λέουσι τοῖς καλουμένοις μύρμηξιν: ἀπεστραμμένα δ᾽ ἔχουσι τὰ αἰδοῖα * καὶ χρυσοειδεῖς τὴν χρόαν, ψιλότεροι δὲ τῶν κατὰ τὴν [p. 1081] Ἀραβίαν: φέρει δὲ καὶ παρδάλεις ἀλκίμους καὶ ῥινοκέρωτας: οὗτοι δὲ μικρὸν ἀπολείπονται τῶν ἐλεφάντων οἱ ῥινοκέρωτες, οὐχ ὥσπερ Ἀρτεμίδωρός φησιν, ἐπὶ σειρὰν τῷ μήκει, καίπερ ἑωρακέναι φήσας ἐν Ἀλεξανδρείᾳ, ἀλλὰ σχεδόν τι ὅσον ... τῷ ὕψει, ἀπό γε τοῦ ὑφ᾽ ἡμῶν ὁραθέντος: οὐδὲ πύξῳ τὸ χρῶμα ἐμφερές, ἀλλ᾽ ἐλέφαντι μᾶλλον: μέγεθος δ᾽ ἐστὶ ταύρου: μορφὴ δ᾽ ἐγγυτάτω συάγρου καὶ μάλιστα κατὰ τὴν προτομὴν πλὴν τῆς ῥινός, ὅτι ἔστι κέρας σιμὸν στερεώτερον ὀστέου παντός: χρῆται δ᾽ ὅπλῳ, καθάπερ καὶ τοῖς ὀδοῦσιν σύαγρος: ἔχει δὲ καὶ τύλους δύο ὡς ἂν σπείρας δρακόντων ἀπὸ τῆς ῥάχεως μέχρι τῆς γαστρὸς περικειμένας, τὴν μὲν πρὸς τῷ λόφῳ τὴν δὲ πρὸς τῇ ὀσφύι. ἐκ μὲν δὴ τοῦ ὑφ᾽ ἡμῶν ὁραθέντος ταῦτά φαμεν ἡμεῖς, ἐκεῖνος δὲ προσδιασαφεῖ διότι καὶ ἐλεφαντομάχον ἰδίως ἐστὶ τὸ ζῷον περὶ τῆς νομῆς, ὑποδῦνον τῇ προτομῇ καὶ ἀνακεῖρον τὴν γαστέρα, ἐὰν μὴ προληφθῇ τῇ προβοσκίδι καὶ τοῖς ὀδοῦσι. [16]

γίνονται δ᾽ ἐν τούτοις τοῖς τόποις καὶ αἱ καμηλοπαρδάλεις, οὐδὲν ὅμοιον ἔχουσαι παρδάλει: τὸ γὰρ ποικίλον τῆς χρόας νεβρίσι μᾶλλον ἔοικε ῥαβδωτοῖς σπίλοις κατεστιγμέναις: τελέως δὲ τὰ ὀπίσθια ταπεινότερα τῶν ἐμπροσθίων ἐστίν, ὥστε δοκεῖν συγκαθῆσθαι τῷ οὐραίῳ μέρει τὸ ὕψος βοὸς ἔχοντι, τὰ δὲ ἐμπρόσθια σκέλη τῶν καμηλείων οὐ λείπεται: τράχηλος δ᾽ εἰς ὕψος ἐξηρμένος ὀρθός, τὴν κορυφὴν δὲ πολὺ ὑπερπετεστέραν ἔχει τῆς καμήλου: διὰ δὲ τὴν ἀσυμμετρίαν ταύτην οὐδὲ τάχος οἶμαι τοσοῦτον εἶναι περὶ τὸ ζῷον, ὅσον εἴρηκεν Ἀρτεμίδωρος ἀνυπέρβλητον φήσας: ἀλλ᾽ οὐδὲ θηρίον ἐστίν, ἀλλὰ βόσκημα μᾶλλον: οὐδεμίαν γὰρ ἀγριότητα ἐμφαίνει: γίνονται δέ, φησί, καὶ σφίγγες καὶ κυνοκέφαλοι καὶ κῆβοι λέοντος [p. 1082] μὲν πρόσωπον ἔχοντες τὸ δὲ λοιπὸν σῶμα πάνθηρος, μέγεθος δὲ δορκάδος: καὶ ταῦροι δ᾽ εἰσὶν ἄγριοι καὶ σαρκοφάγοι, μεγέθει πολὺ τοὺς παρ᾽ ἡμῖν ὑπερβεβλημένοι καὶ τάχει, πυρροὶ τὴν χρόαν: κροκούττας δ᾽ ἐστὶ μῖγμα λύκου καὶ κυνός, ὥς φησιν οὗτος. δ᾽ Σκήψιος λέγει Μητρόδωρος ἐν τῷ περὶ συνηθείας βιβλίῳ μύθοις ἔοικε καὶ οὐ φροντιστέον αὐτῶν. καὶ δρακόντων δ᾽ εἴρηκε μεγέθη τριάκοντα πηχῶν Ἀρτεμίδωρος ἐλέφαντας καὶ ταύρους χειρουμένων, μετριάσας ταύτῃ γε: οἱ γὰρ Ἰνδικοὶ μυθωδέστεροι καὶ οἱ Λιβυκοί, οἷς γε καὶ πόα ἐπιπεφυκέναι λέγεται. [17]

νομαδικὸς μὲν οὖν βίος τῶν Τρωγλοδυτῶν, τυραννοῦνται δὲ καθ᾽ ἕκαστα, κοιναὶ δὲ καὶ γυναῖκες καὶ τέκνα πλὴν τοῖς τυράννοις, τῷ δὲ τὴν τυράννου φθείραντι πρόβατον ζημία ἐστί: στιβίζονται δ᾽ ἐπιμελῶς ὡς αἱ γυναῖκες, περίκεινται δὲ τοῖς τραχήλοις κογχία ἀντὶ βασκανίων. πολεμοῦσι δὲ περὶ τῆς νομῆς, κατ᾽ ἀρχὰς μὲν διωθούμενοι ταῖς χερσίν, εἶτα λίθοις, ὅταν δὲ τραῦμα γένηται, καὶ τοξεύμασι καὶ μαχαιρίσι: διαλύουσι δ᾽ αἱ γυναῖκες εἰς μέσους προϊοῦσαι καὶ δεήσεις προσενέγκασαι: τροφὴ δ᾽ ἔκ τε σαρκῶν καὶ τῶν ὀστέων κοπτομένων ἀναμὶξ καὶ εἰς τὰς δορὰς ἐνειλουμένων, εἶτ᾽ ὀπτωμένων καὶ ἄλλως πολλαχῶς σκευαζομένων ὑπὸ τῶν μαγείρων, οὓς καλοῦσιν ἀκαθάρτους: ὥστε μὴ κρεοφαγεῖν μόνον ἀλλὰ καὶ ὀστοφαγεῖν καὶ δερματοφαγεῖν: χρῶνται δὲ καὶ τῷ αἵματι καὶ τῷ γάλακτι καταμίξαντες. ποτὸν δὲ τοῖς μὲν πολλοῖς ἀπόβρεγμα παλιούρου, τοῖς δὲ τυράννοις μελίκρατον, ἀπ᾽ ἄνθους τινὸς ἐκπιεζομένου τοῦ μέλιτος. ἔστι δ᾽ αὐτοῖς χειμὼν μὲν ἡνίκα οἱ ἐτησίαι πνέουσικατομβροῦνται γάρ), θέρος δ᾽ λοιπὸς χρόνος. γυμνῆται δὲ καὶ δερματοφόροι καὶ σκυταληφόροι διατελοῦσιν: εἰσὶ δ᾽ οὐ [p. 1083] κολοβοὶ μόνον ἀλλὰ καὶ περιτετμημένοι τινὲς καθάπερ Αἰγύπτιοι. οἱ δὲ Μεγαβάροι Αἰθίοπες τοῖς ῥοπάλοις καὶ τύλους προστιθέασι σιδηροῦς, χρῶνται δὲ καὶ λόγχαις καὶ ἀσπίσιν ὠμοβυρσίνοις, οἱ δὲ λοιποὶ Αἰθίοπες τόξοις καὶ λόγχαις. θάπτουσι δέ τινες τῶν Τρωγλοδυτῶν ῥάβδοις παλιουρίναις δήσαντες τὸν αὐχένα τῶν νεκρῶν πρὸς τὰ σκέλη, ἔπειτα εὐθὺς καταλεύουσιν ἱλαροί, γελῶντες ἅμα, ἕως ἂν τοῦ τὴν ὄψιν σώματος ἀποκρύψωσιν: εἶτ᾽ ἐπιθέντες κέρας αἴγειον ἀπίασιν. ὁδοιποροῦσι δὲ νύκτωρ ἐκ τῶν ἀρρένων θρεμμάτων κώδωνας ἐξάψαντες, ὥστ᾽ ἐξίστασθαι τὰ θηρία τῷ ψόφῳ: καὶ λαμπάσι δὲ καὶ τόξοις ἐπὶ τὰ θηρία χρῶνται, καὶ διαγρυπνοῦσι τῶν ποιμνίων χάριν ᾠδῇ τινι χρώμενοι πρὸς τῷ πυρί. [18]

ταῦτ᾽ εἰπὼν περὶ τῶν Τρωγλοδυτῶν καὶ τῶν προσχώρων Αἰθιόπων ἐπάνεισιν ἐπὶ τοὺς Ἄραβας: καὶ πρώτους ἔπεισι τοὺς τὸν Ἀράβιον κόλπον ἀφορίζοντας καὶ ἀντικειμένους τοῖς Τρωγλοδύταις, ἀρξάμενος ἀπὸ τοῦ Ποσειδίου. φησὶ δὲ ἐνδοτέρω κεῖσθαι τοῦτο τοῦ1 μυχοῦ: συνεχῆ δὲ τοῦ Ποσειδίου φοινικῶνα εἶναι εὔυδρον, τιμᾶσθαί τε κομιδῆ διὰ τὸ πᾶσαν τὴν κύκλῳ καυματηράν τε καὶ ἄνυδρον καὶ ἄσκιον ὑπάρχειν, ἐνταῦθα δὲ καὶ τὴν εὐκαρπίαν τῶν φοινίκων εἶναι θαυμαστήν: προεστήκασι δὲ τοῦ ἄλσους ἀνὴρ καὶ γυνὴ διὰ γένους ἀποδεδειγμένοι δερματοφόροι, τροφὴν ἀπὸ τῶν φοινίκων ἔχοντες: κοιτάζονται δ᾽ ἐπὶ δένδρων καλυβοποιησάμενοι διὰ τὸ πλῆθος τῶν θηρίων. εἶθ᾽ ἑξῆς ἔστι νῆσος φωκῶν, ἀπὸ τοῦ πλήθους τῶν θηρίων τούτων ὠνομασμένη. πλησίον δ᾽ αὐτῆς ἀκρωτήριον, διατείνει πρὸς τὴν Πέτραν τὴν τῶν Ναβαταίων [p. 1084] καλουμένων Ἀράβων καὶ τὴν Παλαιστίνην χώραν, εἰς ἣν Μιναῖοί τε καὶ Γερραῖοι καὶ πάντες οἱ πλησιόχωροι τὰ τῶν ἀρωμάτων φορτία κομίζουσιν. εἶτ᾽ ἄλλη παραλία πρότερον μὲν Μαρανιτῶν καλουμένη, ὧν οἳ μὲν ἦσαν γεωργοὶ τινὲς δὲ σκηνῖται, νῦν δὲ Γαρινδαίων ἀνελόντων ἐκείνους δόλῳ: ἐπέθεντο γὰρ αὐτοῖς πενταετηρικήν τινα πανήγυριν ἐπιτελοῦσι, καὶ τούτους τε διέφθειραν καὶ τοὺς ἄλλους ἐπελθόντες ἄρδην διελυμήναντο. εἶθ᾽ Αἰλανίτης κόλπος καὶ Ναβαταίων, πολύανδρος οὖσα χώρα καὶ εὔβοτος: οἰκοῦσι δὲ καὶ νήσους προκειμένας πλησίον: οἳ πρότερον μὲν καθ᾽ ἡσυχίαν ἦσαν, ὕστερον δὲ σχεδίαις ἐλῄζοντο τοὺς ἐκ τῆς Αἰγύπτου πλέοντας: δίκας δ᾽ ἔτισαν ἐπελθόντος στόλου καὶ ἐκπορθήσαντος αὐτούς. ἑξῆς δ᾽ ἐστὶ πεδίον εὔδενδρόν τε καὶ εὔυδρον καὶ βοσκημάτων παντοίων μεστὸν ἄλλων τε καὶ ἡμιόνων: καὶ καμήλων ἀγρίων καὶ ἐλάφων καὶ δορκάδων πλῆθος ἐν αὐτῷ, λέοντές τε καὶ παρδάλεις καὶ λύκοι συχνοί. πρόκειται δὲ νῆσος καλουμένη Δία: εἶτα κόλπος ὅσον πεντακοσίων σταδίων ὄρεσι περικλειόμενος καὶ δυσεισβόλῳ στόματι: περιοικοῦσι δὲ θηρευτικοὶ ἄνδρες τῶν χερσαίων ἀγρευμάτων. εἶτ᾽ ἔρημοι τρεῖς νῆσοι πλήρεις ἐλαιῶν, οὐ τῶν παρ᾽ ἡμῖν ἀλλὰ τῶν ἐντοπίων, ἃς καλοῦμεν Αἰθιοπικάς, ὧν τὸ δάκρυον καὶ ἰατρικῆς δυνάμεώς ἐστιν. ἐφεξῆς δ᾽ ἐστὶν αἰγιαλὸς λιθώδης, καὶ μετὰ τοῦτον τραχεῖα καὶ δυσπαράπλευστος ὅσον χιλίων σταδίων παραλία σπάνει λιμένων καὶ ἀγκυροβολίων: ὄρος γὰρ παρατείνει τραχὺ καὶ ὑψηλόν: εἶθ᾽ ὑπώρειαι σπιλαδώδεις μέχρι τῆς θαλάττης, τοῖς ἐτησίαις μάλιστα καὶ ταῖς τότε ἐπομβρίαις ἀβοήθητον παρέχουσαι τὸν κίνδυνον. ἑξῆς δ᾽ ἐστὶ κόλπος νήσους ἔχων σποράδας, καὶ συνεχῶς θῖνες ψάμμου μελαίνης τρεῖς ἄγαν ὑψηλοί, [p. 1085] καὶ μετὰ τούτους Χαρμοθᾶς λιμὴν ὅσον σταδίων τὸν κύκλον ἑκατόν, στενὸν καὶ ἐπικίνδυνον ἔχων τὸν εἴσπλουν παντὶ σκάφει, ῥεῖ δὲ καὶ ποταμὸς εἰς αὐτόν: ἐν μέσῳ δὲ νῆσος εὔδενδρος καὶ γεωργήσιμος. εἶτ᾽ ἐστὶ παραλία τραχεῖα καὶ μετὰ ταύτην κόλποι τινὲς καὶ χώρα νομάδων ἀπὸ καμήλων ἐχόντων τὸν βίον: καὶ γὰρ πολεμοῦσιν ἀπ᾽ αὐτῶν καὶ ὁδεύουσι καὶ τρέφονται τῷ τε γάλακτι χρώμενοι καὶ ταῖς σαρξί. ῥεῖ δὲ ποταμὸς δι᾽ αὐτῶν ψῆγμα χρυσοῦ καταφέρων, οὐκ ἴσασι δ᾽ αὐτὸ κατεργάζεσθαι: καλοῦνται δὲ Δέβαι, οἱ μὲν νομάδες οἱ δὲ καὶ γεωργοί. οὐ λέγω δὲ τῶν ἐθνῶν τὰ ὀνόματα τὰ πολλὰ διὰ τὴν ἀδοξίαν καὶ ἅμα ἀτοπίαν τῆς ἐκφορᾶς αὐτῶν. ἐχόμενοι δ᾽ εἰσὶν ἡμερώτεροι τούτων ἄνδρες εὐκρατοτέραν οἰκοῦντες γῆν: καὶ γὰρ εὔυδρός ἐστι καὶ εὔομβρος: χρυσός τε ὀρυκτὸς γίνεται παρ᾽ αὐτοῖς οὐ ψήγματος ἀλλὰ βωλαρίων χρυσοῦ καθάρσεως οὐ πολλῆς δεομένων, μέγεθος δ᾽ ἐχόντων ἐλάχιστον μὲν πυρῆνος μέσον δὲ μεσπίλου μέγιστον δὲ καρύου: τηρήσαντες δὲ ταῦτα ἐναλλὰξ λίθοις διαφανέσιν ὅρμους ποιοῦνται διείροντες λίνον, περιτίθενται δὲ περὶ τοὺς τραχήλους καὶ καρπούς: πωλοῦσι δὲ καὶ πρὸς τοὺς ἀστυγείτονας εὔωνον τὸν χρυσόν, τριπλάσιον ἀντιδιδόντες τοῦ χαλκοῦ, διπλάσιον δὲ τοῦ * ἀργύρου, διά τε τὴν ἀπειρίαν τῆς ἐργασίας καὶ τὴν σπάνιν τῶν ἀντιλαμβανομένων, ὧν χρεία πρὸς τοὺς βίους ἀναγκαιοτέρα. [19]

συνάπτει δ᾽ τῶν Σαβαίων εὐδαιμονεστάτη, μεγίστου ἔθνους, παρ᾽ οἷς καὶ σμύρνα καὶ λίβανος καὶ κιννάμωμον: ἐν δὲ τῇ παραλίᾳ καὶ βάλσαμον καὶ ἄλλη τις πόα σφόδρα εὐώδης, ταχὺ δ᾽ ἐξίτηλον τὴν ὀδμὴν ἔχουσα: εἰσὶ δὲ καὶ φοίνικες εὐώδεις καὶ κάλαμος, ὄφεις δὲ σπιθαμιαῖοι φοινικοῖ τὴν χρόαν, [p. 1086] προσαλλόμενοι καὶ μέχρι λαγόνος, τὸ δῆγμα ἔχοντες ἀνήκεστον. διὰ δὲ τὴν ἀφθονίαν τῶν καρπῶν ἀργοὶ καὶ ῥᾴθυμοι τοῖς βίοις εἰσὶν οἱ ἄνθρωποι: κοιτάζονται δὲ ἐπὶ * τῶν ῥιζῶν τῶν δένδρων ἐκτέμνοντες οἱ πολλοὶ καὶ δημοτικοί: διαδεχόμενοι δ᾽ οἱ σύνεγγυς ἀεὶ τὰ φορτία, τοῖς μετ᾽ αὐτοὺς παραδιδόασι μέχρι Συρίας καὶ Μεσοποταμίας: καρούμενοι δ᾽ ὑπὸ τῶν εὐωδιῶν αἴρουσι τὸν κάρον ἀσφάλτου θυμιάματι καὶ τράγου πώγωνος. δὲ πόλις τῶν Σαβαίων, Μαρίαβα, κεῖται μὲν ἐπ᾽ ὄρους εὐδένδρου. βασιλέα δ᾽ ἔχει κύριον τῶν κρίσεων καὶ τῶν ἄλλων, ἐκ δὲ τῶν2 βασιλείων οὐ θέμις ἐξιέναι, καταλεύουσιν αὐτὸν παραχρῆμα οἱ ὄχλοι κατά τι λόγιον: ἐν χλιδῇ δ᾽ ἐστὶ γυναικείᾳ καὶ αὐτὸς καὶ οἱ περὶ αὐτόν: τὰ δὲ πλήθη τὰ μὲν γεωργεῖ τὰ δ᾽ ἐμπορεύεται τὰ ἀρώματα τά τε ἐπιχώρια καὶ τὰ ἀπὸ τῆς Αἰθιοπίας, πλέοντες ἐπ᾽ αὐτὰ διὰ τῶν στενῶν δερματίνοις πλοίοις: τοσαῦτα δ᾽ ἐστὶ τὸ πλῆθος ὥστ᾽ ἀντὶ φρυγάνων καὶ τῆς καυσίμου ὕλης χρῆσθαι κινναμώμῳ καὶ κασίᾳ καὶ τοῖς ἄλλοις. γίνεται δ᾽ ἐν τοῖς Σαβαίοις καὶ τὸ λάριμνον, εὐωδέστατον θυμίαμα. ἐκ δὲ τῆς ἐμπορίας οὗτοί τε καὶ Γερραῖοι πλουσιώτατοι πάντων εἰσίν, ἔχουσί τε παμπληθῆ κατασκευὴν χρυσωμάτων τε καὶ ἀργυρωμάτων, κλινῶν τε καὶ τριπόδων καὶ κρατήρων σὺν ἐκπώμασι καὶ τῇ τῶν οἴκων πολυτελείᾳ: καὶ γὰρ θυρώματα καὶ τοῖχοι καὶ ὀροφαὶ δι᾽ ἐλέφαντος καὶ χρυσοῦ καὶ ἀργύρου λιθοκολλήτου τυγχάνει διαπεποικιλμένα. ταῦτα μὲν περὶ τούτων εἴρηκε, τἆλλα δὲ τὰ μὲν παραπλησίως τῷ Ἐρατοσθένει λέγει, τὰ δὲ παρὰ τῶν ἄλλων ἱστορικῶν παρατίθησιν. [20]

Ἐρυθρὰν γὰρ λέγειν τινὰς τὴν θάλατταν ἀπὸ τῆς [p. 1087] χροιᾶς τῆς ἐμφαινομένης κατ᾽ ἀνάκλασιν, εἴτε ἀπὸ τοῦ ἡλίου κατὰ κορυφὴν ὄντος εἴτε ἀπὸ τῶν ὀρῶν ἐρυθραινομένων ἐκ τῆς ἀποκαύσεως: ἀμφοτέρως γὰρ εἰκάζειν: Κτησίαν δὲ τὸν Κνίδιον πηγὴν ἱστορεῖν ἐκδιδοῦσαν εἰς τὴν θάλατταν ἐρευθὲς καὶ μιλτῶδες ὕδωρ: Ἀγαθαρχίδην δὲ τὸν ἐκείνου πολίτην παρά τινος Βόξου, Πέρσου τὸ γένος, ἱστορῆσαι διότι Πέρσης τις Ἐρύθρας, ἱπποφορβίου τινὸς ὑπὸ λεαίνης οἴστρῳ κατασχομένης ἐξελαθέντος μέχρι θαλάττης κἀκεῖθεν εἰς νῆσόν τινα διάραντος, σχεδίαν πηξάμενος πρῶτος περαιωθείη πρὸς τὴν νῆσον: ἰδὼν δὲ καλῶς οἰκήσιμον τὴν μὲν ἀγέλην εἰς τὴν Περσίδα ἀπαγάγοι πάλιν, ἀποίκους δ᾽ ἐκεῖ στείλαι τε καὶ τὰς ἄλλας νήσους καὶ τὴν παραλίαν, ἐπώνυμον δὲ ποιήσειεν ἑαυτοῦ τὸ πέλαγος. τοὺς δὲ Περσέως υἱὸν ἀποφαίνεσθαι τὸν Ἐρύθραν, ἡγήσασθαί τε τῶν τόπων. λέγεται δ᾽ ὑπό τινων τὰ ἀπὸ τῶν στενῶν τοῦ Ἀραβίου κόλπου μέχρι τῆς κινναμωμοφόρου τῆς ἐσχάτης πεντακισχιλίων σταδίων, οὐκ εὐκρινῶς, εἴτ᾽ ἐπὶ νότον εἴτ᾽ ἐπὶ τὰς ἀνατολάς. λέγεται δὲ καὶ διότι σμάραγδος καὶ βήρυλλος ἐν τοῖς τοῦ χρυσίου μετάλλοις ἐγγίνεται. εἰσὶ δὲ καὶ ἅλες εὐώδεις ἐν Ἄραψιν, ὥς φησι Ποσειδώνιος. [21]

πρῶτοι δ᾽ ὑπὲρ τῆς Συρίας Ναβαταῖοι καὶ Σαβαῖοι τὴν εὐδαίμονα Ἀραβίαν νέμονται, καὶ πολλάκις κατέτρεχον αὐτῆς πρὶν Ῥωμαίων γενέσθαι: νῦν δὲ κἀκεῖνοι Ῥωμαίοις εἰσὶν ὑπήκοοι καὶ Σύροι. μητρόπολις δὲ τῶν Ναβαταίων ἐστὶν Πέτρα καλουμένη: κεῖται γὰρ ἐπὶ χωρίου τἆλλα ὁμαλοῦ καὶ ἐπιπέδου, κύκλῳ δὲ πέτρᾳ φρουρουμένου τὰ μὲν ἐκτὸς ἀποκρήμνου καὶ ἀποτόμου τὰ δ᾽ ἐντὸς πηγὰς ἀφθόνους ἔχοντος εἴς τε ὑδρείαν καὶ κηπείαν. ἔξω δὲ τοῦ περιβόλου χώρα ἔρημος πλείστη καὶ μάλιστα πρὸς Ἰουδαίᾳ: ταύτῃ [p. 1088] δὲ καὶ ἐγγυτάτω ἐστὶ τριῶν τεττάρων ὁδὸς ἡμερῶν εἰς Ἱερικοῦντα, εἰς δὲ τὸν φοινικῶνα πέντε. βασιλεύεται μὲν οὖν ὑπό τινος ἀεὶ τῶν ἐκ τοῦ βασιλικοῦ γένους, ἔχει δ᾽ βασιλεὺς ἐπίτροπον τῶν ἑταίρων τινὰ καλούμενον ἀδελφόν: σφόδρα δ᾽ εὐνομεῖται: γενόμενος γοῦν παρὰ τοῖς Πετραίοις Ἀθηνόδωρος, ἀνὴρ φιλόσοφος καὶ ἡμῖν ἑταῖρος, διηγεῖτο θαυμάζων: εὑρεῖν γὰρ ἐπιδημοῦντας ἔφη πολλοὺς μὲν Ῥωμαίων πολλοὺς δὲ καὶ τῶν ἄλλων ξένων: τοὺς μὲν οὖν ξένους ὁρᾶν κρινομένους πολλάκις καὶ πρὸς ἀλλήλους καὶ πρὸς τοὺς ἐπιχωρίους, τῶν δ᾽ ἐπιχωρίων οὐδένας ἀλλήλοις ἐγκαλοῦντας, ἀλλὰ τὴν πᾶσαν εἰρήνην ἄγοντας πρὸς ἑαυτούς. [22]

πολλὰ δὲ καὶ τῶν Ῥωμαίων ἐπὶ τοὺς Ἄραβας στρατεία νεωστὶ γενηθεῖσα ἐφ᾽ ἡμῶν, ὧν ἡγεμὼν ἦν Αἴλιος Γάλλος, διδάσκει τῶν τῆς χώρας ἰδιωμάτων. τοῦτον δ᾽ ἔπεμψεν Σεβαστὸς Καῖσαρ διαπειρασόμενον τῶν ἐθνῶν καὶ τῶν τόπων τούτων τε καὶ τῶν Αἰθιοπικῶν, ὁρῶν τήν τε Τρωγλοδυτικὴν τὴν προσεχῆ τῇ Αἰγύπτῳ γειτονεύουσαν τούτοις, καὶ τὸν Ἀράβιον κόλπον στενὸν ὄντα τελέως τὸν διείργοντα ἀπὸ τῶν Τρωγλοδυτῶν τοὺς Ἄραβας: προσοικειοῦσθαι δὴ διενοήθη τούτους καταστρέφεσθαι: ἦν δέ τι καὶ τὸ πολυχρημάτους ἀκούειν ἐκ παντὸς χρόνου, πρὸς ἄργυρον καὶ χρυσὸν τὰ ἀρώματα διατιθεμένους καὶ τὴν πολυτελεστάτην λιθείαν, ἀναλίσκοντας τῶν λαμβανομένων τοῖς ἔξω μηδέν: γὰρ φίλοις ἤλπιζε πλουσίοις χρήσεσθαι ἐχθρῶν κρατήσειν πλουσίων: ἐπῇρε δ᾽ αὐτὸν καὶ παρὰ τῶν Ναβαταίων ἐλπὶς φίλων ὄντων καὶ συμπράξειν ἅπανθ᾽ ὑπισχνουμένων. [23]

ἐπὶ τούτοις μὲν οὖν ἔστειλε τὴν στρατείαν Γάλλος. ἐξηπάτησε δ᾽ αὐτὸν τῶν Ναβαταίων ἐπίτροπος [p. 1089] Συλλαῖος, ὑποσχόμενος μὲν ἡγήσεσθαι τὴν ὁδὸν καὶ χορηγήσειν ἅπαντα καὶ συμπράξειν, ἅπαντα δ᾽ ἐξ ἐπιβουλῆς πράξας, καὶ οὔτε παράπλουν ἀσφαλῆ μηνύων οὔθ᾽ ὁδόν, ἀλλὰ ἀνοδίαις καὶ κυκλοπορίαις καὶ πάντων ἀπόροις χωρίοις ῥαχίαις ἀλιμένοις παραβάλλων χοιράδων ὑφάλων μεσταῖς τεναγώδεσι: πλεῖστον δὲ αἱ πλημμυρίδες ἐλύπουν ἐν τοιούτοις καὶ ταῦτα χωρίοις καὶ αἱ ἀμπώτεις. πρῶτον μὲν δὴ τοῦθ᾽ ἁμάρτημα συνέβη τὸ μακρὰ κατασκευάσασθαι πλοῖα, μηδενὸς ὄντος μηδ᾽ ἐσομένου κατὰ θάλατταν πολέμου. οὐδὲ γὰρ κατὰ γῆν σφόδρα πολεμισταί εἰσιν ἀλλὰ κάπηλοι μᾶλλον οἱ Ἄραβες καὶ ἐμπορικοί, μήτι γε κατὰ θάλατταν: δ᾽ οὐκ ἔλαττον ὀγδοήκοντα ἐναυπηγήσατο δίκροτα καὶ τριήρεις καὶ φασήλους κατὰ Κλεοπατρίδα τὴν πρὸς τῇ παλαιᾷ διώρυγι τῇ ἀπὸ τοῦ Νείλου. γνοὺς δὲ διεψευσμένος ἐναυπηγήσατο σκευαγωγὰ ἑκατὸν καὶ τριάκοντα, οἷς ἔπλευσεν ἔχων περὶ μυρίους πεζοὺς τῶν ἐκ τῆς Αἰγύπτου Ῥωμαίων καὶ τῶν συμμάχων, ὧν ἦσαν Ἰουδαῖοι μὲν πεντακόσιοι Ναβαταῖοι δὲ χίλιοι μετὰ τοῦ Συλλαίου. πολλὰ δὲ παθὼν καὶ ταλαιπωρηθεὶς πεντεκαιδεκαταῖος ἧκεν εἰς Λευκὴν κώμην τῆς Ναβαταίων γῆς, ἐμπόριον μέγα, πολλὰ τῶν πλοίων ἀποβαλὼνὧν ἔνια καὶ αὔτανδραὑπὸ δυσπλοίας, πολεμίου δ᾽ οὐδενός: τοῦτο δ᾽ ἀπειργάσατο τοῦ Συλλαίου κακία τοῦ πεζῇ φήσαντος ἀνόδευτα εἶναι στρατοπέδοις εἰς τὴν Λευκὴν κώμην, εἰς ἣν καὶ ἐξ ἧς οἱ καμηλέμποροι τοσούτῳ πλήθει ἀνδρῶν καὶ καμήλων ὁδεύουσιν ἀσφαλῶς καὶ εὐπόρως εἰς Πέτραν καὶ ἐκ Πέτρας, ὥστε μὴ διαφέρειν μηδὲν στρατοπέδου. [24]

συνέβαινε δὲ τοῦτο τοῦ μὲν βασιλέως τοῦ Ὀβόδα μὴ πολὺ φροντίζοντος τῶν κοινῶν καὶ μάλιστα τῶν κατὰ πόλεμονκοινὸν δὲ τοῦτο πᾶσι τοῖς Ἀράβων [p. 1090] βασιλεῦσιν), ἅπαντα δὲ ἐπὶ τῇ τοῦ ἐπιτρόπου ποιουμένου ἐξουσίᾳ τοῦ Συλλαίου: τούτου δ᾽ ἅπαντα δόλῳ στρατηγοῦντος καὶ ζητοῦντος, ὡς οἶμαι, κατοπτεῦσαι μὲν τὴν χώραν καὶ συνεξελεῖν τινας αὐτῶν πόλεις καὶ ἔθνη μετὰ τῶν Ῥωμαίων, αὐτὸν δὲ καταστῆναι κύριον ἁπάντων, ἀφανισθέντων ἐκείνων ὑπὸ λιμοῦ καὶ κόπου καὶ νόσων καὶ ἄλλων ὅσων δόλῳ παρεσκεύασεν ἐκεῖνος: εἰς γοῦν τὴν Λευκὴν κώμην κατῆρεν, ἤδη στομακάκκῃ τε καὶ σκελοτύρβῃ πειραζομένης τῆς στρατιᾶς, ἐπιχωρίοις πάθεσι, τῶν μὲν περὶ τὸ στόμα τῶν δὲ περὶ τὰ σκέλη παράλυσίν τινα δηλούντων ἔκ τε τῶν ὑδρείων καὶ βοτανῶν. ἠναγκάσθη γοῦν τό τε θέρος καὶ τὸν χειμῶνα διατελέσαι αὐτόθι τοὺς ἀσθενοῦντας ἀνακτώμενος. ἐκ μὲν οὖν τῆς Λευκῆς κώμης εἰς Πέτραν, ἐντεῦθεν δ᾽ εἰς Ῥινοκόλουρα τῆς πρὸς Αἰγύπτῳ Φοινίκης τὰ φορτία κομίζεται κἀντεῦθεν εἰς τοὺς ἄλλους, νυνὶ δὲ τὸ πλέον εἰς τὴν Ἀλεξάνδρειαν τῷ Νείλῳ: κατάγεται δ᾽ ἐκ τῆς Ἀραβίας καὶ τῆς Ἰνδικῆς εἰς Μυὸς ὅρμον: εἶθ᾽ ὑπέρθεσις εἰς Κοπτὸν τῆς Θηβαΐδος καμήλοις ἐν διώρυγι τοῦ Νείλου κειμένην: εἶτ᾽ εἰς Ἀλεξάνδρειαν. πάλιν ἐκ τῆς Λευκῆς κώμης Γάλλος ἀναζεύξας τὴν στρατιὰν διὰ τοιούτων ᾔει χωρίων ὥστε καὶ ὕδωρ καμήλοις κομίζειν μοχθηρίᾳ τῶν ἡγεμόνων τῆς ὁδοῦ: διόπερ πολλαῖς ἡμέραις ἧκεν εἰς τὴν Ἀρέτα γῆν συγγενοῦς τῷ Ὀβόδᾳ: ἐδέξατο μὲν οὖν αὐτὸν Ἀρέτας φιλικῶς καὶ δῶρα προσήνεγκεν, δὲ τοῦ Συλλαίου προδοσία κἀκείνην ἐποίησε τὴν χώραν δυσπόρευτον: τριάκοντα γοῦν ἡμέραις διῆλθεν αὐτήν, ζειὰς καὶ φοίνικας ὀλίγους παρέχουσαν καὶ βούτυρον ἀντ᾽ ἐλαίου, διὰ τὰς ἀνοδίας: δ᾽ ἑξῆς ἣν ἐπῄει νομάδων ἦν καὶ ἔρημος τὰ πολλὰ ὡς ἀληθῶς, ἐκαλεῖτο δὲ Ἀραρηνή: βασιλεὺς δ᾽ ἦν Σάβως: καὶ ταύτην [p. 1091] ἀνοδίαις διῆλθε κατατρίψας ἡμέρας πεντήκοντα μέχρι πόλεως Νεγράνων καὶ χώρας εἰρηνικῆς τε καὶ ἀγαθῆς: μὲν οὖν βασιλεὺς ἔφυγεν, δὲ πόλις ἐξ ἐφόδου κατελήφθη: ἐκεῖθεν ἡμέραις ἓξ ἧκεν ἐπὶ τὸν ποταμόν ... συναψάντων δ᾽ αὐτόθι τῶν βαρβάρων εἰς μάχην, περὶ μυρίους αὐτῶν ἔπεσον τῶν δὲ Ῥωμαίων δύο: ἐχρῶντο γὰρ ἀπείρως τοῖς ὅπλοις ἀπόλεμοι τελέως ὄντες, τόξοις τε καὶ λόγχαις καὶ ξίφεσι καὶ σφενδόναις, οἱ πλεῖστοι δ᾽ αὐτῶν ἀμφιστόμοις πελέκεσιν: εὐθὺς δὲ καὶ τὴν πόλιν εἷλε καλουμένην Ἀσκᾶ * συλληφθεῖσαν ὑπὸ τοῦ βασιλέως. ἐντεῦθεν εἰς Ἄθρουλα πόλιν ἧκε, καὶ κρατήσας αὐτῆς ἀκονιτὶ φρουρὰν ἐμβαλὼν καὶ παρασκευάσας ... σίτου καὶ φοινίκων εἰς πόλιν Μαρίαβα προῆλθεν ἔθνους τοῦ Ῥαμμανιτῶν, οἳ ἦσαν ὑπὸ Ἰλασάρῳ. ἓξ μὲν οὖν ἡμέρας προσβαλὼν ἐπολιόρκει, λειψυδρίας δ᾽ οὔσης ἀπέστη: δύο μὲν οὖν ἡμερῶν ὁδὸν ἀπέσχε τῆς ἀρωματοφόρου, καθάπερ τῶν αἰχμαλώτων ἀκούειν ἦν. ἓξ δὲ μηνῶν χρόνον ἐν ταῖς ὁδοῖς κατέτριψε φαύλως ἀγόμενος: ἔγνω δ᾽ ἀναστρέφων, ὀψὲ τὴν ἐπιβουλὴν καταμαθὼν καὶ καθ᾽ ἑτέρας ὁδοὺς ἐπανελθών: ἐναταῖος μὲν γὰρ εἰς Νέγρανα ἧκεν ὅπου μάχη συμβεβήκει, ἑνδεκαταῖος δ᾽ ἐκεῖθεν εἰς Ἑπτὰ φρέατα καλούμενα ἀπὸ τοῦ συμβεβηκότος: ἐντεῦθεν ἤδη δι᾽ εἰρηνικῆς εἰς Χάαλλα κώμην καὶ πάλιν ἄλλην Μαλόθαν πρὸς ποταμῷ κειμένην ἀφικνεῖται: εἶτα δι᾽ ἐρήμης ὀλίγα ὑδρεῖα ἐχούσης ὁδὸς μέχρι Ἐγρᾶς κώμης: ἔστι δὲ τῆς Ὀβόδα: κεῖται δ᾽ ἐπὶ θαλάττης: τὴν δὲ πᾶσαν ὁδὸν ἑξηκοσταῖος ἐξήνυσε κατὰ τὴν ἐπάνοδον, ἀναλώσας ἓξ μῆνας ἐν τῇ ἐξ ἀρχῆς ὁδῷ: ἐντεῦθεν δ᾽ ἐπεραίωσε τὴν στρατιὰν ἑνδεκαταῖος εἰς Μυὸς ὅρμον, εἶθ᾽ ὑπερθεὶς εἰς Κοπτὸν μετὰ τῶν σωθῆναι δυναμένων κατῆρεν εἰς Ἀλεξάνδρειαν: τοὺς δ᾽ ἄλλους ἀπέβαλεν, [p. 1092] οὐχ ὑπὸ πολεμίων ἀλλὰ νόσων καὶ κόπων καὶ λιμοῦ καὶ μοχθηρίας τῶν ὁδῶν: ἐπεὶ κατὰ πόλεμον ἑπτά γε μόνους διαφθαρῆναι συνέβη, δι᾽ ἃς αἰτίας οὐδ᾽ ἐπὶ πολὺ πρὸς τὴν γνῶσιν τῶν τόπων ὤνησεν στρατεία αὕτη: μικρὰ δ᾽ ὅμως συνήργησεν. δ᾽ αἴτιος τούτων Συλλαῖος ἔτισε δίκας ἐν Ῥώμῃ, προσποιούμενος μὲν φιλίαν ἐλεγχθεὶς δὲ πρὸς ταύτῃ τῇ πονηρίᾳ καὶ ἄλλα κακουργῶν καὶ ἀποτμηθεὶς τὴν κεφαλήν. [25]

τὴν μὲν οὖν ἀρωματοφόρον διαιροῦσιν εἰς τέτταρας μερίδας, ὥσπερ εἰρήκαμεν: τῶν ἀρωμάτων δὲ λίβανον μὲν καὶ σμύρναν ἐκ δένδρων γίνεσθαί φασι, κασίαν δὲ καὶ ἐκ θάμνων: τινὲς δὲ τὴν πλείω ἐξ Ἰνδῶν εἶναι, τοῦ δὲ λιβάνου βέλτιστον τὸν πρὸς τῇ Περσίδι. κατ᾽ ἄλλην δὲ διαίρεσιν σύμπασαν τὴν εὐδαίμονα πενταχῆ σχίζουσιν εἰς βασιλείας, ὧν μὲν τοὺς μαχίμους ἔχει καὶ προαγωνιστὰς ἁπάντων, δὲ τοὺς γεωργοὺς παρ᾽ ὧν σῖτος εἰς τοὺς ἄλλους εἰσάγεται, δὲ τοὺς βαναυσοτεχνοῦντας, καὶ μὲν σμυρνοφόρος, δὲ λιβανωτοφόρος: αἱ δ᾽ αὐταὶ καὶ τὴν κασίαν καὶ τὸ κιννάμωμον καὶ τὴν νάρδον φέρουσι: παρ᾽ ἀλλήλων δ᾽ οὐ μεταφοιτᾷ τὰ ἐπιτηδεύματα, ἀλλ᾽ ἐν τοῖς πατρίοις διαμένουσιν ἕκαστοι. οἶνος δ᾽ ἐκ φοινίκων πλείων. ἀδελφοὶ τιμιώτεροι τῶν τέκνων: κατὰ πρεσβυγένειαν καὶ βασιλεύουσιν οἱ ἐκ τοῦ γένους καὶ ἄλλας ἀρχὰς ἄρχουσι: κοινὴ κτῆσις ἅπασι τοῖς συγγενέσι, κύριος δὲ πρεσβύτατος: μία δὲ καὶ γυνὴ πᾶσιν, δὲ φθάσας εἰσιὼν μίγνυται προθεὶς τῆς θύρας τὴν ῥάβδον: ἑκάστῳ γὰρ δεῖν ῥαβδοφορεῖν ἔθος: νυκτερεύει δὲ παρὰ τῷ πρεσβυτάτῳ: διὸ καὶ πάντες ἀδελφοὶ πάντων εἰσί: μίγνυνται δὲ καὶ μητράσι: μοιχῷ δὲ ζημία θάνατος: μοιχὸς δ᾽ ἐστὶν ἐξ ἄλλου γένους. θυγάτηρ δὲ τῶν βασιλέων τινὸς θαυμαστὴ τὸ κάλλος, ἔχουσα [p. 1093] ἀδελφοὺς πεντεκαίδεκα ἐρῶντας αὐτῆς πάντας, καὶ διὰ τοῦτ᾽ ἀδιαλείπτως ἄλλον ἐπ᾽ ἄλλῳ παριόντα ὡς αὐτήν, κάμνουσα ἤδη παραδέδοται νοήματι χρήσασθαι τοιούτῳ: ποιησαμένη ῥάβδους ὁμοίας ταῖς ἐκείνων, ὅτ᾽ ἐξίοι παρ᾽ αὐτῆς τις, ἀεί τινα προὐτίθει τῆς θύρας τὴν ὁμοίαν ἐκείνῃ, καὶ μικρὸν ὕστερον ἄλλην, εἶτ᾽ ἄλλην, στοχαζομένη ὅπως μὴ ἐκείνῃ τὴν παραπλησίαν ἔχοι μέλλων προσιέναι: καὶ δὴ πάντων ποτὲ κατ᾽ ἀγορὰν ὄντων, ἕνα προσιόντα τῇ θύρᾳ καὶ ἰδόντα τὴν ῥάβδον, ἐκ μὲν ταύτης εἰκάσαι διότι παρ᾽ αὐτήν τις εἴη: ἐκ δὲ τοῦ τοὺς ἀδελφοὺς πάντας ἐν τῇ ἀγορᾷ καταλιπεῖν ὑπονοῆσαι μοιχόν: δραμόντα δὲ πρὸς τὸν πατέρα καὶ ἐπαγαγόντα ἐκεῖνον ἐλεγχθῆναι καταψευσάμενον τῆς ἀδελφῆς. [26]

σώφρονες δ᾽ εἰσὶν οἱ Ναβαταῖοι καὶ κτητικοί, ὥστε καὶ δημοσίᾳ τῷ μὲν μειώσαντι τὴν οὐσίαν ζημία κεῖται, τῷ δ᾽ αὐξήσαντι τιμαί. ὀλιγόδουλοι δ᾽ ὄντες ὑπὸ τῶν συγγενῶν διακονοῦνται τὸ πλέον ὑπ᾽ ἀλλήλων αὐτοδιάκονοι, ὥστε καὶ μέχρι τῶν βασιλέων διατείνειν τὸ ἔθος. συσσίτια δὲ ποιοῦνται κατὰ τρισκαίδεκα ἀνθρώπους, μουσουργοὶ δὲ δύο τῷ συμποσίῳ ἑκάστῳ. δὲ βασιλεὺς ἐν οἴκῳ μεγάλῳ πολλὰ συνέχει συμπόσια: πίνει δ᾽ οὐδεὶς πλέον τῶν ἕνδεκα ποτηρίων ἄλλῳ καὶ ἄλλῳ χρυσῷ ἐκπώματι. οὕτω δ᾽ βασιλεύς ἐστι δημοτικὸς ὥστε πρὸς τῷ αὐτοδιακόνῳ καί ποτ᾽ ἀντιδιάκονον τοῖς ἄλλοις καὶ αὐτὸν γίνεσθαι: πολλάκις δὲ καὶ ἐν τῷ δήμῳ δίδωσιν εὐθύνας, ἔσθ᾽ ὅτε καὶ ἐξετάζεται τὰ περὶ τὸν βίον: οἰκήσεις δὲ διὰ λίθου πολυτελεῖς, αἱ δὲ πόλεις ἀτείχιστοι δι᾽ εἰρήνην: εὔκαρπος πολλὴ πλὴν ἐλαίου, χρῶνται δὲ σησαμίνῳ. πρόβατα λευκότριχα, βόες μεγάλοι, ἵππων ἄφορος χώρα: κάμηλοι δὲ τὴν ὑπουργίαν ἀντ᾽ ἐκείνων παρέχονται: [p. 1094] ἀχίτωνες δ᾽ ἐν περιζώμασι καὶ βλαυτίοις προΐασι καὶ οἱ βασιλεῖς, ἐν πορφύρᾳ δ᾽ οὗτοι: εἰσαγώγιμα δ᾽ ἐστὶ τὰ μὲν τελέως τὰ δ᾽ οὐ παντελῶς, ἄλλως τε καὶ ἐπιχωριάζει, καθάπερ χρυσὸς καὶ ἄργυρος καὶ τὰ πολλὰ τῶν ἀρωμάτων: χαλκὸς δὲ καὶ σίδηρος καὶ ἔτι πορφυρᾶ ἐσθὴς στύραξ κρόκος κοστάρια τόρευμα γραφὴ πλάσμα οὐκ ἐπιχώρια: ἴσα κοπρίαις ἡγοῦνται τὰ νεκρὰ σώματα, καθάπερ Ἡράκλειτός φησι νέκυες κοπρίων ἐκβλητότεροι. διὸ καὶ παρὰ τοὺς κοπρῶνας κατορύττουσι καὶ τοὺς βασιλεῖς. ἥλιον τιμῶσιν ἐπὶ τοῦ δώματος ἱδρυσάμενοι βωμόν, σπένδοντες ἐν αὐτῷ καθ᾽ ἡμέραν καὶ λιβανωτίζοντες. [27]

τοῦ δὲ ποιητοῦ λέγοντοςΑἰθίοπάς θ᾽ ἱκόμην καὶ Σιδονίους καὶ Ἐρεμβούς,’ διαποροῦσι: καὶ περὶ τῶν Σιδονίων μέν, εἴτε τινὰς χρὴ λέγειν τῶν ἐν τῷ Περσικῷ κόλπῳ κατοικούντων, ὧν ἄποικοι οἱ παρ᾽ ἡμῖν Σιδώνιοι, καθάπερ καὶ Τυρίους τινὰς ἐκεῖ νησιώτας ἱστοροῦσι καὶ Ἀραδίους, ὧν ἀποίκους τοὺς παρ᾽ ἡμῖν φασιν, εἴτ᾽ αὐτοὺς τοὺς Σιδωνίους: ἀλλὰ μᾶλλον περὶ τῶν Ἐρεμβῶν ζήτησις, εἴτε τοὺς Τρωγλοδύτας ὑπονοητέον λέγεσθαι, καθάπερ οἱ τὴν ἐτυμολογίαν βιαζόμενοι ἀπὸ τοῦ εἰς τὴν ἔραν ἐμβαίνειν, ὅπερ ἐστὶν εἰς τὴν γῆν, εἴτε τοὺς Ἄραβας. μὲν οὖν Ζήνων ἡμέτερος μεταγράφει οὕτωςκαὶ Σιδονίους Ἄραβάς τε.’ πιθανώτερον δὲ Ποσειδώνιος γράφει τῷ παρὰ μικρὸν ἀλλάξαικαὶ Σιδονίους καὶ Ἀραμβούς,’ ὡς τοῦ ποιητοῦ τοὺς νῦν Ἄραβας οὕτω καλέσαντος, καθάπερ καὶ ὑπὸ τῶν ἄλλων ὠνομάζοντο κατ᾽ αὐτόν. φησὶ δὲ ταῦτα τρία ἔθνη συνεχῆ ἀλλήλοις ἱδρυμένα ὁμογένειάν τινα ἐμφαίνειν πρὸς ἄλληλα, καὶ διὰ τοῦτο παρακειμένοις ὀνόμασι κεκλῆσθαι, τοὺς μὲν Ἀρμενίους τοὺς δὲ Ἀραμαίους τοὺς δὲ [p. 1095] Ἀραμβούς: ὥσπερ δὲ ἀπὸ ἔθνους ἑνὸς ὑπολαμβάνειν ἐστὶν εἰς τρία διῃρῆσθαι κατὰ τὰς τῶν κλιμάτων διαφορὰς ἀεὶ καὶ μᾶλλον ἐξαλλαττομένων, οὕτω καὶ τοῖς ὀνόμασι χρήσασθαι πλείοσιν ἀνθ᾽ ἑνός. οὐδ᾽ οἱ Ἐρεμνοὺς γράφοντες πιθανοί: τῶν γὰρ Αἰθιόπων μᾶλλον ἴδιον. λέγει δὲ καὶ τοὺς Ἀρίμους ποιητής, οὕς φησι Ποσειδώνιος δέχεσθαι δεῖν μὴ τόπον τινὰ τῆς Συρίας τῆς Κιλικίας ἄλλης τινὸς γῆς, ἀλλὰ τὴν Συρίαν αὐτήν: Ἀραμαῖοι γὰρ οἱ ἐν αὐτῇ: τάχα δ᾽ οἱ Ἕλληνες Ἀριμαίους ἐκάλουν Ἀρίμους. αἱ δὲ τῶν ὀνομάτων μεταπτώσεις καὶ μάλιστα τῶν βαρβαρικῶν πολλαί: καθάπερ τὸν Δαριήκην Δαρεῖον ἐκάλεσαν, τὴν δὲ Φάρζιριν Παρύσατιν, Ἀταργάτιν δὲ τὴν Ἀθάραν: Δερκετὼ δ᾽ αὐτὴν Κτησίας καλεῖ. τῆς δὲ τῶν Ἀράβων εὐδαιμονίας καὶ Ἀλέξανδρον ἄν τις ποιήσαιτο μάρτυρα τὸν διανοηθέντα, ὥς φασι, καὶ βασίλειον αὐτὴν ποιήσασθαι μετὰ τὴν ἐξ Ἰνδῶν ἐπάνοδον. πᾶσαι μὲν οὖν αἱ ἐπιχειρήσεις αὐτοῦ κατελύθησαν τελευτήσαντος παραχρῆμα τὸν βίον: μία δ᾽ οὖν καὶ αὕτη τῶν ἐπιχειρήσεων ἦν, εἰ μὲν ἑκόντες παραδέχοιντο αὐτόν, εἰ δὲ μή, ὡς πολεμήσοντος: καὶ δὴ ὁρῶν μήτε πρότερον μήθ᾽ ὕστερον πέμψαντας ὡς αὐτὸν πρέσβεις, παρεσκευάζετο πρὸς τὸν πόλεμον, ὥσπερ εἰρήκαμεν ἐν τοῖς ἔμπροσθεν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (H.C. Hamilton, Esq., W. Falconer, M.A., 1903)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: