previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[21]

εἶτ᾽ Ἰασὸς ἐπὶ νήσῳ κεῖται προσκειμένη τῇ ἠπείρῳ: ἔχει δὲ λιμένα, καὶ τὸ πλεῖστον τοῦ βίου τοῖς ἐνθάδε ἐκ θαλάττης: εὐοψεῖ γὰρ χώραν τ᾽ ἔχει παράλυπρον. καὶ δὴ καὶ διηγήματα τοιαῦτα πλάττουσιν εἰς αὐτήν: κιθαρῳδοῦ γὰρ ἐπιδεικνυμένου τέως μὲν ἀκροᾶσθαι πάντας: ὡς δ᾽ κώδων κατὰ τὴν ὀψοπωλίαν ἐψόφησε, καταλιπόντας ἀπελθεῖν ἐπὶ τὸ ὄψον πλὴν ἑνὸς δυσκώφου: τὸν οὖν κιθαρῳδὸν προσιόντα εἰπεῖν ὅτι ἄνθρωπε πολλήν σοι χάριν οἶδα τῆς πρός με τιμῆς καὶ φιλομουσίας: οἱ μὲν γὰρ ἄλλοι ἅμα τῷ κώδωνος ἀκοῦσαι ἀπιόντες οἴχονται.’ δέτί λέγεις;’ ἔφηἤδη γὰρ κώδων ἐψόφηκεν;’ εἰπόντος δέεὖ σοι εἴηἔφη καὶ ἀναστὰς ἀπῆλθε καὶ αὐτός. ἐντεῦθεν δ᾽ ἦν διαλεκτικὸς Διόδωρος Κρόνος προσαγορευθείς, κατ᾽ ἀρχὰς μὲν ψευδῶς: Ἀπολλώνιος [p. 919] γὰρ ἐκαλεῖτο Κρόνος, ἐπιστατήσας ἐκείνου: μετήνεγκαν δ᾽ ἐπ᾽ αὐτὸν διὰ τὴν ἀδοξίαν τοῦ κατ᾽ ἀλήθειαν Κρόνου.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (H.C. Hamilton, Esq., W. Falconer, M.A., 1903)
load focus English (1924)
hide References (5 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: