previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ἔχει δέ τινα ἡγεμονίαν πρὸς τοὺς τόπους τούτους τὸ Πέργαμον, ἐπιφανὴς πόλις καὶ πολὺν συνευτυχήσασα χρόνον τοῖς Ἀτταλικοῖς βασιλεῦσι: καὶ δὴ καὶ ἐντεῦθεν ἀρκτέον τῆς ἑξῆς περιοδείας, καὶ πρῶτον περὶ τῶν βασιλέων ὁπόθεν ὡρμήθησαν καὶ εἰς κατέστρεψαν ἐν βραχέσι δηλωτέον. ἦν μὲν δὴ τὸ Πέργαμον Λυσιμάχου γαζοφυλάκιον τοῦ Ἀγαθοκλέους, ἑνὸς τῶν Ἀλεξάνδρου διαδόχων, αὐτὴν τὴν ἄκραν τοῦ ὄρους συνοικουμένην ἔχον: ἔστι δὲ στροβιλοειδὲς τὸ ὄρος εἰς ὀξεῖαν κορυφὴν ἀπολῆγον. ἐπεπίστευτο δὲ τὴν φυλακὴν τοῦ ἐρύματος τούτου καὶ τῶν χρημάτωνἦν δὲ τάλαντα ἐνακισχίλιαφιλέταιρος, ἀνὴρ Τιανός, θλιβίας ἐκ παιδός: συνέβη γὰρ ἔν τινι ταφῇ θέας οὔσης καὶ πολλῶν παρόντων ἀποληφθεῖσαν ἐν τῷ ὄχλῳ τὴν κομίζουσαν τροφὸν τὸν Φιλέταιρον ἔτι νήπιον συνθλιβῆναι μέχρι τοσοῦδε ὥστε πηρωθῆναι τὸν παῖδα. ἦν μὲν δὴ εὐνοῦχος, τραφεὶς δὲ καλῶς ἐφάνη τῆς [p. 872] πίστεως ταύτης ἄξιος. τέως μὲν οὖν εὔνους διέμεινε τῷ Λυσιμάχῳ, διενεχθεὶς δὲ πρὸς Ἀρσινόην τὴν γυναῖκα αὐτοῦ διαβάλλουσαν αὐτὸν ἀπέστησε τὸ χωρίον καὶ πρὸς τοὺς καιροὺς ἐπολιτεύετο ὁρῶν ἐπιτηδείους πρὸς νεωτερισμόν: τε γὰρ Λυσίμαχος κακοῖς οἰκείοις περιπεσὼν ἠναγκάσθη τὸν υἱὸν ἀνελεῖν Ἀγαθοκλέα, Σέλευκός τε ἐπελθὼν Νικάτωρ ἐκεῖνόν τε κατέλυσε καὶ αὐτὸς κατελύθη δολοφονηθεὶς ὑπὸ Πτολεμαίου τοῦ Κεραυνοῦ. τοιούτων δὲ θορύβων ὄντων διεγένετο μένων ἐπὶ τοῦ ἐρύματος εὐνοῦχος, καὶ πολιτευόμενος δι᾽ ὑποσχέσεων καὶ τῆς ἄλλης θεραπείας ἀεὶ πρὸς τὸν ἰσχύοντα καὶ ἐγγὺς παρόντα: διετέλεσε γοῦν ἔτη εἴκοσι κύριος ὢν τοῦ φρουρίου καὶ τῶν χρημάτων. [2]

ἦσαν δ᾽ αὐτῷ δύο ἀδελφοί, πρεσβύτερος μὲν Εὐμένης νεώτερος δ᾽ Ἄτταλος: ἐκ μὲν οὖν τοῦ Εὐμένους ἐγένετο ὁμώνυμος τῷ πατρὶ Εὐμένης, ὅσπερ καὶ διεδέξατο τὸ Πέργαμον, καὶ ἦν ἤδη δυνάστης τῶν κύκλῳ χωρίων ὥστε καὶ περὶ Σάρδεις ἐνίκησε μάχῃ συμβαλὼν Ἀντίοχον τὸν Σελεύκου: δύο δὲ καὶ εἴκοσιν ἄρξας ἔτη τελευτᾷ τὸν βίον. ἐκ δὲ Ἀττάλου καὶ Ἀντιοχίδος τῆς Ἀχαιοῦ γεγονὼς Ἄτταλος διεδέξατο τὴν ἀρχήν, καὶ ἀνηγορεύθη βασιλεὺς πρῶτος νικήσας Γαλάτας μάχῃ μεγάλῃ. οὗτος δὲ καὶ Ῥωμαίοις κατέστη φίλος καὶ συνεπολέμησε πρὸς Φίλιππον μετὰ τοῦ Ῥοδίων ναυτικοῦ: γηραιὸς δὲ ἐτελεύτα βασιλεύσας ἔτη τρία καὶ τετταράκοντα, κατέλιπε δὲ τέτταρας υἱοὺς ἐξ Ἀπολλωνίδος Κυζικηνῆς γυναικός, Εὐμένη Ἄτταλον Φιλέταιρον Ἀθήναιον. οἱ μὲν οὖν νεώτεροι διετέλεσαν ἰδιῶται, τῶν δ᾽ ἄλλων πρεσβύτερος Εὐμένης ἐβασίλευσε: συνεπολέμησε δὲ οὗτος Ῥωμαίοις πρός τε Ἀντίοχον τὸν μέγαν καὶ πρὸς Περσέα, καὶ ἔλαβε παρὰ τῶν Ῥωμαίων ἅπασαν τὴν ὑπ᾽ Ἀντιόχῳ τὴν ἐντὸς τοῦ Ταύρου. [p. 873] πρότερον δ᾽ ἦν τὰ περὶ Πέργαμον οὐ πολλὰ χωρία μέχρι τῆς θαλάττης τῆς κατὰ τὸν Ἐλαΐτην κόλπον καὶ τὸν Ἀδραμυττηνόν. κατεσκεύασε δ᾽ οὗτος τὴν πόλιν καὶ τὸ Νικηφόριον ἄλσει κατεφύτευσε, καὶ ἀναθήματα καὶ βιβλιοθήκας καὶ τὴν ἐπὶ τοσόνδε κατοικίαν τοῦ Περγάμου τὴν νῦν οὖσαν ἐκεῖνος προσεφιλοκάλησε: βασιλεύσας δὲ ἔτη τετταράκοντα καὶ ἐννέα ἀπέλιπεν υἱῷ τὴν ἀρχὴν Ἀττάλῳ, γεγονότι ἐκ Στρατονίκης τῆς Ἀριαράθου θυγατρὸς τοῦ Καππαδόκων βασιλέως. ἐπίτροπον δὲ κατέστησε καὶ τοῦ παιδὸς νέου τελέως ὄντος καὶ τῆς ἀρχῆς τὸν ἀδελφὸν Ἄτταλον. ἓν δὲ καὶ εἴκοσιν ἔτη βασιλεύσας γέρων οὗτος τελευτᾷ κατορθώσας πολλά: καὶ γὰρ Δημήτριον τὸν Σελεύκου συγκατεπολέμησεν Ἀλεξάνδρῳ τῷ Ἀντιόχου καὶ συνεμάχησε Ῥωμαίοις ἐπὶ τὸν Ψευδοφίλιππον, ἐχειρώσατο δὲ καὶ Διήγυλιν τὸν Καινῶν βασιλέα στρατεύσας εἰς τὴν Θρᾴκην, ἀνεῖλε δὲ καὶ Προυσίαν ἐπισυστήσας αὐτῷ Νικομήδη τὸν υἱόν, κατέλιπε δὲ τὴν ἀρχὴν τῷ ἐπιτροπευθέντι Ἀττάλῳ: βασιλεύσας δὲ οὗτος ἔτη πέντε καὶ κληθεὶς Φιλομήτωρ ἐτελεύτα νόσῳ τὸν βίον, κατέλιπε δὲ κληρονόμους Ῥωμαίους: οἱ δ᾽ ἐπαρχίαν ἀπέδειξαν τὴν χώραν Ἀσίαν προσαγορεύσαντες ὁμώνυμον τῇ ἠπείρῳ. παραρρεῖ δ᾽ Κάικος τὸ Πέργαμον, διὰ τοῦ Καΐκου πεδίου προσαγορευομένου σφόδρα εὐδαίμονα γῆν διεξιὼν σχεδὸν δέ τι καὶ τὴν ἀρίστην τῆς Μυσίας. [3]

ἄνδρες δ᾽ ἐγένοντο ἐλλόγιμοι καθ᾽ ἡμᾶς Περγαμηνοὶ Μιθριδάτης τε Μηνοδότου υἱὸς καὶ Ἀδοβογιωνίδος τοῦ τετραρχικοῦ τῶν Γαλατῶν γένους, ἣν καὶ παλλακεῦσαι τῷ βασιλεῖ Μιθριδάτῃ φασίν: ὅθεν καὶ τοὔνομα τῷ παιδὶ θέσθαι τοὺς ἐπιτηδείους προσποιησαμένους ἐκ τοῦ βασιλέως αὐτὸν γεγονέναι. οὗτος γοῦν Καίσαρι τῷ θεῷ γενόμενος φίλος εἰς τοσόνδε [p. 874] προῆλθε τιμῆς ὥστε καὶ τετράρχης ἀπεδείχθη ἀπὸ τοῦ μητρῴου γένους καὶ βασιλεὺς ἄλλων τε καὶ τοῦ Βοσπόρου: κατελύθη δ᾽ ὑπὸ Ἀσάνδρου τοῦ καὶ Φαρνάκην ἀνελόντος τὸν βασιλέα καὶ κατασχόντος τὸν Βόσπορον. οὗτός τε δὴ ὀνόματος ἠξίωται μεγάλου, καὶ Ἀπολλόδωρος ῥήτωρ τὰς τέχνας συγγράψας καὶ τὴν Ἀπολλοδώρειον αἵρεσιν παραγαγών, ἥτις ποτ᾽ ἐστί: πολλὰ γὰρ ἐπεκράτει, μείζονα δὲ καθ᾽ ἡμᾶς ἔχοντα τὴν κρίσιν, ὧν ἔστι καὶ Ἀπολλοδώρειος αἵρεσις καὶ Θεοδώρειος. μάλιστα δὲ ἐξῆρε τὸν Ἀπολλόδωρον τοῦ Καίσαρος φιλία τοῦ Σεβαστοῦ, διδάσκαλον τῶν λόγων γενόμενον: μαθητὴν δ᾽ ἔσχεν ἀξιόλογον Διονύσιον τὸν ἐπικληθέντα Ἀττικόν, πολίτην αὐτοῦ: καὶ γὰρ σοφιστὴς ἦν ἱκανὸς καὶ συγγραφεὺς καὶ λογογράφος. [4] προϊόντι δ᾽ ἀπὸ τοῦ πεδίου καὶ τῆς πόλεως ἐπὶ μὲν τὰ πρὸς ἕω μέρη πόλις ἐστὶν Ἀπολλωνία, μετεώροις ἐπικειμένη τόποις: ἐπὶ δὲ τὸν νότον ὀρεινὴ ῥάχις ἐστίν, ἣν ὑπερβᾶσι καὶ βαδίζουσιν ἐπὶ Σάρδεων πόλις ἐστὶν ἐν ἀριστερᾷ Θυάτειρα, κατοικία Μακεδόνων, ἣν Μυσῶν ἐσχάτην τινὲς φασίν. ἐν δεξιᾷ δ᾽ Ἀπολλωνίς, διέχουσα Περγάμου τριακοσίους σταδίους, τοὺς δὲ ἴσους καὶ τῶν Σάρδεων: ἐπώνυμος δ᾽ ἐστὶ τῆς Κυζικηνῆς Ἀπολλωνίδος: εἶτ᾽ ἐκδέχεται τὸ Ἕρμου πεδίον καὶ Σάρδεις: τὰ δὲ προσάρκτια τῷ Περγάμῳ τὰ πλεῖστα ὑπὸ Μυσῶν ἔχεται τὰ ἐν δεξιᾷ τῶν Ἀβαειτῶν λεγομένων, οἷς συνάπτει Ἐπίκτητος μέχρι Βιθυνίας. [5] αἱ δὲ Σάρδεις πόλις ἐστὶ μεγάλη, νεωτέρα μὲν τῶν Τρωικῶν ἀρχαία δ᾽ ὅμως, ἄκραν ἔχουσα εὐερκῆ: βασίλειον δ᾽ ὑπῆρξε τῶν Λυδῶν, οὓς ποιητὴς καλεῖ Μῄονας οἱ δ᾽ ὕστερον Μαίονας, οἱ μὲν τοὺς αὐτοὺς τοῖς Λυδοῖς οἱ δ᾽ ἑτέρους ἀποφαίνοντες: τοὺς δ᾽ [p. 875] αὐτοὺς ἄμεινόν ἐστι λέγειν. ὑπέρκειται δὲ τῶν Σάρδεων Τμῶλος, εὔδαιμον ὄρος, ἐν τῇ ἀκρωρείᾳ σκοπὴν ἔχον, ἐξέδραν λευκοῦ λίθου, Περσῶν ἔργον, ἀφ᾽ οὗ κατοπτεύεται τὰ κύκλῳ πεδία καὶ μάλιστα τὸ Καϋστριανόν: περιοικοῦσι δὲ Λυδοὶ καὶ Μυσοὶ καὶ Μακεδόνες. ῥεῖ δ᾽ Πακτωλὸς ἀπὸ τοῦ Τμώλου, καταφέρων τὸ παλαιὸν ψῆγμα χρυσοῦ πολύ, ἀφ᾽ οὗ τὸν Κροίσου λεγόμενον πλοῦτον καὶ τῶν προγόνων αὐτοῦ διονομασθῆναί φασι: νῦν δ᾽ ἐκλέλοιπε τὸ ψῆγμα, ὡς εἴρηται. καταφέρεται δ᾽ Πακτωλὸς εἰς τὸν Ἕρμον, εἰς ὃν καὶ Ὕλλος ἐμβάλλει, Φρύγιος νυνὶ καλούμενος: συμπεσόντες δ᾽ οἱ τρεῖς καὶ ἄλλοι ἀσημότεροι σὺν αὐτοῖς εἰς τὴν κατὰ Φώκαιαν ἐκδιδόασι θάλατταν, ὡς Ἡρόδοτός φησιν. ἄρχεται δ᾽ ἐκ Μυσίας Ἕρμος, ἐξ ὄρους ἱεροῦ τῆς Δινδυμήνης, καὶ διὰ τῆς Κατακεκαυμένης εἰς τὴν Σαρδιανὴν φέρεται καὶ τὰ συνεχῆ πεδία μέχρι τῆς θαλάττης. ὑπόκειται δὲ τῇ πόλει τό τε Σαρδιανὸν πεδίον καὶ τὸ τοῦ Κύρου καὶ τὸ τοῦ Ἕρμου καὶ τὸ Καϋστριανόν, συνεχῆ τε ὄντα καὶ πάντων ἄριστα πεδίων. ἐν δὲ σταδίοις τετταράκοντα ἀπὸ τῆς πόλεως ἔστιν Γυγαία μὲν ὑπὸ τοῦ ποιητοῦ λεγομένη λίμνη, Κολόη δ᾽ ὕστερον μετονομασθεῖσα, ὅπου τὸ ἱερὸν τῆς Κολοηνῆς Ἀρτέμιδος μεγάλην ἁγιστείαν ἔχον. φασὶ δ᾽ ἐνταῦθα χορεύειν τοὺς καλάθους κατὰ τὰς ἑορτάς, οὐκ οἶδ᾽ ὅπως ποτὲ παραδοξολογοῦντες μᾶλλον ἀληθεύοντες. [6] κειμένων δ᾽ οὕτω πως τῶν ἐπῶν παρ᾽ ὉμήρῳΜῄοσιν αὖ Μέσθλης τε καὶ Ἄντιφος ἡγησάσθην,
υἷε Ταλαιμένεος, τὼ Γυγαίη τέκε λίμνη,
οἳ καὶ Μῄονας ἦγον ὑπὸ Τμώλῳ γεγαῶτας,
1 προσγράφουσί τινες τοῦτο τέταρτον ἔποςΤμώλῳ ὑπὸ νιφόεντι, Ὕδης ἐν πίονι δήμῳ.
οὐδεμία δ᾽ εὑρίσκεται Ὕδη ἐν τοῖς Λυδοῖς. οἱ δὲ καὶ τὸν Τυχίον ἐνθένδε ποιοῦσιν ὅν φησιν [p. 876] ποιητήςσκυτοτόμων ὄχ᾽ ἄριστος Ὕδῃ ἔνι.
2 προστιθέασι δὲ καὶ διότι δρυμώδης τόπος καὶ κεραυνόβολος, καὶ ὅτι ἐνταῦθα οἱ Ἄριμοι: καὶ γὰρ τῷεἰν Ἀρίμοις, ὅθι φασὶ Τυφωέος ἔμμεναι εὐνάς
3 ἐπεισφέρουσιχώρῳ ἐνὶ δρυόεντι, Ὕδης ἐν πίονι δήμῳ.
ἄλλοι δ᾽ ἐν Κιλικίᾳ, τινὲς δ᾽ ἐν Συρία πλάττουσι τὸν μῦθον τοῦτον, οἱ δ᾽ ἐν Πιθηκούσσαις, οἳ καὶ τοὺς πιθήκους φασὶ παρὰ τοῖς Τυρρηνοῖς ἀρίμους καλεῖσθαι: οἱ δὲ τὰς Σάρδεις Ὕδην ὀνομάζουσιν, οἱ δὲ τὴν ἀκρόπολιν αὐτῆς. πιθανωτάτους δ᾽ Σκήψιος ἡγεῖται τοὺς ἐν τῇ Κατακεκαυμένῃ τῆς Μυσίας τοὺς Ἀρίμους τιθέντας. Πίνδαρος δὲ συνοικειοῖ τοῖς ἐν τῇ Κιλικίᾳ τὰ ἐν Πιθηκούσσαις, ἅπερ ἐστὶ πρὸ τῆς Κυμαίας, καὶ τὰ ἐν Σικελίᾳ: καὶ γὰρ τῇ Αἴτνῃ φησὶν ὑποκεῖσθαι τὸν Τυφῶνατόν ποτε
Κιλίκιον θρέψεν πολυώνυμον ἄντρον: νῦν γε μὰν
ταί θ᾽ ὑπὲρ Κύμας ἁλιερκέες ὄχθαι
Σικελία τ᾽ αὐτοῦ πιέζει στέρνα λαχνάεντα.
4 καὶ πάλινκείνῳ μὲν Αἴτνα δεσμὸς ὑπερφίαλος
ἀμφίκειται.
καὶ πάλινἀλλ᾽ οἶος ἄπλατον κεράιζε θεῶν
Τυφῶνα πεντηκοντακάρανον ἀνάγκᾳ Ζεὺς πατὴρ
ἐν Ἀρίμοις ποτέ.
5 οἱ δὲ τοὺς Σύρους Ἀρίμους δέχονται, οὓς νῦν Ἀραμαίους λέγουσι, τοὺς δὲ Κίλικας τοὺς ἐν Τροίᾳ μεταναστάντας εἰς Συρίαν ἀνῳκισμένους ἀποτεμέσθαι παρὰ τῶν Σύρων τὴν νῦν λεγομένην Κιλικίαν. Καλλισθένης δ᾽ ἐγγὺς τοῦ Καλυκάδνου καὶ τῆς Σαρπηδόνος ἄκρας παρ᾽ αὐτὸ τὸ Κωρύκιον ἄντρον εἶναι τοὺς Ἀρίμους, ἀφ᾽ ὧν τὰ ἐγγὺς ὄρη λέγεσθαι Ἄριμα. [7] περίκειται δὲ τῇ λίμνῃ τῇ Κολόῃ τὰ μνήματα τῶν βασιλέων: πρὸς δὲ ταῖς Σάρδεσιν ἔστι τὸ τοῦ Ἀλυάττου ἐπὶ κρηπῖδος ὑψηλῆς χῶμα μέγα, ἐργασθέν, ὥς φησιν Ἡρόδοτος, ὑπὸ τοῦ πλήθους τῆς πόλεως, οὗ τὸ πλεῖστον ἔργον αἱ παιδίσκαι συνετέλεσαν: λέγει δ᾽ ἐκεῖνος καὶ [p. 877] πορνεύεσθαι πάσας: τινὲς δὲ καὶ πόρνης μνῆμα λέγουσι τὸν τάφον. χειροποίητον δὲ τὴν λίμνην ἔνιοι ἱστοροῦσι τὴν Κολόην πρὸς τὰς ἐκδοχὰς τῶν πλημμυρίδων, αἳ συμβαίνουσι τῶν ποταμῶν πληρουμένων. Ὕπαιπα δὲ πόλις ἐστὶ καταβαίνουσιν ἀπὸ τοῦ Τμώλου πρὸς τὸ τοῦ Καΰστρου πεδίον. [8]

φησὶ δὲ Καλλισθένης ἁλῶναι τὰς Σάρδεις ὑπὸ Κιμμερίων πρῶτον, εἶθ᾽ ὑπὸ Τρηρῶν καὶ Λυκίων, ὅπερ καὶ Καλλῖνον δηλοῦν τὸν τῆς ἐλεγείας ποιητήν, ὕστατα δὲ τὴν ἐπὶ Κύρου καὶ Κροίσου γενέσθαι ἅλωσιν. λέγοντος δὲ τοῦ Καλλίνου τὴν ἔφοδον τῶν Κιμμερίων ἐπὶ τοὺς Ἠσιονῆας γεγονέναι καθ᾽ ἣν αἱ Σάρδεις ἑάλωσαν, εἰκάζουσιν οἱ περὶ τὸν Σκήψιον ἰαστὶ λέγεσθαι Ἠσιονεῖς τοὺς Ἀσιονεῖς: ‘τάχα γὰρ ΜῃονίαφησίνἈσία ἐλέγετο, καθ᾽ καὶ Ὅμηρος εἴρηκενἈσίῳ ἐν λειμῶνι Καϋστρίου ἀμφὶ ῥέεθρα.
6ἀναληφθεῖσα δ᾽ ἀξιολόγως ὕστερον διὰ τὴν ἀρετὴν τῆς χώρας πόλις καὶ οὐδεμιᾶς λειπομένη τῶν ἀστυγειτόνων, νεωστὶ ὑπὸ σεισμῶν ἀπέβαλε πολλὴν τῆς κατοικίας. δὲ τοῦ Τιβερίου πρόνοια τοῦ καθ᾽ ἡμᾶς ἡγεμόνος καὶ ταύτην καὶ τῶν ἄλλων συχνὰς ἀνέλαβε ταῖς εὐεργεσίαις, ὅσαι περὶ τὸν αὐτὸν καιρὸν ἐκοινώνησαν τοῦ αὐτοῦ πάθους. [9]

ἄνδρες δ᾽ ἀξιόλογοι γεγόνασι τοῦ αὐτοῦ γένους Διόδωροι δύο οἱ ῥήτορες, ὧν πρεσβύτερος ἐκαλεῖτο Ζωνᾶς, ἀνὴρ πολλοὺς ἀγῶνας ἠγωνισμένος ὑπὲρ τῆς Ἀσίας, κατὰ δὲ τὴν Μιθριδάτου τοῦ βασιλέως ἔφοδον αἰτίαν ἐσχηκὼς ὡς ἀφιστὰς παρ᾽ αὐτοῦ τὰς πόλεις ἀπελύσατο τὰς διαβολὰς ἀπολογησάμενος: τοῦ δὲ νεωτέρου φίλου ἡμῖν γενομένου καὶ ἱστορικὰ συγγράμματα ἔστι καὶ μέλη καὶ ἄλλα ποιήματα τὴν ἀρχαίαν γραφὴν [p. 878] ἐπιφαίνοντα ἱκανῶς. Ξάνθος δὲ παλαιὸς συγγραφεὺς Λυδὸς μὲν λέγεται, εἰ δὲ ἐκ Σάρδεων οὐκ ἴσμεν. [10]

μετὰ δὲ Λυδούς εἰσιν οἱ Μυσοὶ καὶ πόλις Φιλαδέλφεια σεισμῶν πλήρης. οὐ γὰρ διαλείπουσιν οἱ τοῖχοι διιστάμενοι καὶ ἄλλοτ᾽ ἄλλο μέρος τῆς πόλεως κακοπαθοῦν: οἰκοῦσιν οὖν ὀλίγοι διὰ τοῦτο τὴν πόλιν, οἱ δὲ πολλοὶ καταβιοῦσιν ἐν τῇ χώρᾳ γεωργοῦντες, ἔχοντες εὐδαίμονα γῆν: ἀλλὰ καὶ τῶν ὀλίγων θαυμάζειν ἔστιν ὅτι οὕτω φιλοχωροῦσιν, ἐπισφαλεῖς τὰς οἰκήσεις ἔχοντες: ἔτι δ᾽ ἄν τις μᾶλλον θαυμάσειε τῶν κτισάντων αὐτήν. [11]

μετὰ δὲ ταῦτ᾽ ἔστιν Κατακεκαυμένη λεγομένη χώρα μῆκος μὲν καὶ πεντακοσίων σταδίων πλάτος δὲ τετρακοσίων, εἴτε Μυσίαν χρὴ καλεῖν εἴτε Μῃονίανλέγεται γὰρ ἀμφοτέρως), ἅπασα ἄδενδρος πλὴν ἀμπέλου τῆς τὸν Κατακεκαυμενίτην φερούσης οἶνον οὐδενὸς τῶν ἐλλογίμων ἀρετῇ λειπόμενον. ἔστι δὲ ἐπιφάνεια τεφρώδης τῶν πεδίων, δ᾽ ὀρεινὴ καὶ πετρώδης μέλαινα ὡς ἂν ἐξ ἐπικαύσεως. εἰκάζουσι μὲν οὖν τινες ἐκ κεραυνοβολιῶν καὶ πρηστήρων συμβῆναι τοῦτο, καὶ οὐκ ὀκνοῦσι τὰ περὶ τὸν Τυφῶνα ἐνταῦθα μυθολογεῖν. Ξάνθος δὲ καὶ Ἀριμοῦν τινα λέγει τῶν τόπων τούτων βασιλέα. οὐκ εὔλογον δὲ ὑπὸ τοιούτων παθῶν τὴν τοσαύτην χώραν ἐμπρησθῆναι ἀθρόως, ἀλλὰ μᾶλλον ὑπὸ γηγενοῦς πυρός, ἐκλιπεῖν δὲ νῦν τὰς πηγάς: δείκνυνται δὲ καὶ βόθροι τρεῖς, οὓς φύσας καλοῦσιν, ὅσον τετταράκοντα ἀλλήλων διεστῶτες σταδίους: ὑπέρκεινται δὲ λόφοι τραχεῖς, οὓς εἰκὸς ἐκ τῶν ἀναφυσηθέντων σεσωρεῦσθαι μύδρων. τὸ δ᾽ εὐάμπελον τὴν τοιαύτην ὑπάρχειν γῆν, λάβοι τις ἂν καὶ ἐκ τῆς Καταναίας τῆς χωσθείσης τῇ σποδῷ καὶ νῦν ἀποδιδούσης οἶνον δαψιλῆ καὶ καλόν. ἀστεϊζόμενοι δέ τινες [p. 879] εἰκότως πυριγενῆ τὸν Διόνυσον λέγεσθαί φασιν, ἐκ τῶν τοιούτων χωρίων τεκμαιρόμενοι. [12]

τὰ δ᾽ ἑξῆς ἐπὶ τὰ νότια μέρη τοῖς τόποις τούτοις ἐμπλοκὰς ἔχει μέχρι πρὸς τὸν Ταῦρον, ὥστε καὶ τὰ Φρύγια καὶ τὰ Καρικὰ καὶ τὰ Λύδια καὶ ἔτι τὰ τῶν Μυσῶν δυσδιάκριτα εἶναι παραπίπτοντα εἰς ἄλληλα: εἰς δὲ τὴν σύγχυσιν ταύτην οὐ μικρὰ συλλαμβάνει τὸ τοὺς Ῥωμαίους μὴ κατὰ φῦλα διελεῖν αὐτούς, ἀλλὰ ἕτερον τρόπον διατάξαι τὰς διοικήσεις, ἐν αἷς τὰς ἀγοραίους ποιοῦνται καὶ τὰς δικαιοδοσίας. μέν γε Τμῶλος ἱκανῶς συνῆκται καὶ περιγραφὴν ἔχει μετρίαν ἐν αὐτοῖς ἀφοριζόμενος τοῖς Λυδίοις μέρεσιν, δὲ Μεσωγὶς εἰς τὸ ἀντικείμενον μέρος διατείνει μέχρι Μυκάλης ἀπὸ Κελαινῶν ἀρξάμενον, ὥς φησι Θεόπομπος, ὥστε τὰ μὲν αὐτοῦ Φρύγες κατέχουσι τὰ πρὸς ταῖς Κελαιναῖς καὶ τῇ Ἀπαμείᾳ, τὰ δὲ Μυσοὶ καὶ Λυδοί, τὰ δὲ Κᾶρες καὶ Ἴωνες. οὕτω δὲ καὶ οἱ ποταμοὶ καὶ μάλιστα Μαίανδρος τὰ μὲν διορίζοντες τῶν ἐθνῶν, δι᾽ ὧν δὲ μέσοι φερόμενοι δύσληπτον ποιοῦσι τἀκριβές: καὶ περὶ τῶν πεδίων δὲ τῶν ἐφ᾽ ἑκάτερα τῆς τε ὀρεινῆς καὶ τῆς ποταμίας αὐτὸς λόγος. οὐδ᾽ ἡμῖν ἴσως ἐπὶ τοσοῦτον φροντιστέον ὡς ἀναγκαῖον χωρομετροῦσιν, ἀλλὰ τοσοῦτον μόνον ὑπογραπτέον ὅσον καὶ οἱ πρὸ ἡμῶν παραδεδώκασι. [13]

τῷ δὴ Καϋστριανῷ πεδίῳ μεταξὺ πίπτοντι τῆς τε Μεσωγίδος καὶ τοῦ Τμώλου συνεχές ἐστι πρὸς ἕω τὸ Κιλβιανὸν πεδίον πολύ τε καὶ συνοικούμενον εὖ καὶ χώραν ἔχον σπουδαίαν: εἶτα τὸ Ὑρκάνιον πεδίον, Περσῶν ἐπονομασάντων καὶ ἐποίκους ἀγαγόντων ἐκεῖθενὁμοίως δὲ καὶ τὸ Κύρου πεδίον Πέρσαι κατωνόμασαν): εἶτα τὸ Πελτηνὸν πεδίον, ἤδη Φρύγιον, καὶ τὸ Κιλλάνιον καὶ τὸ Ταβηνόν, ἔχοντα πολίχνας [p. 880] μιξοφρυγίους ἐχούσας τι καὶ Πισιδικόν, ἀφ᾽ ὧν αὐτὰ κατωνομάσθη. [14]

ὑπερβαλοῦσι δὲ τὴν Μεσωγίδα τὴν μεταξὺ Καρῶν τε καὶ τῆς Νυσαΐδος, ἐστι χώρα κατὰ τὰ τοῦ Μαιάνδρου πέραν μέχρι τῆς Κιβυράτιδος καὶ τῆς Καβαλίδος, πόλεις εἰσὶ πρὸς μὲν τῇ Μεσωγίδι καταντικρὺ Λαοδικείας Ἱερὰ πόλις, ὅπου τὰ θερμὰ ὕδατα καὶ τὸ Πλουτώνιον, ἄμφω παραδοξολογίαν τινὰ ἔχοντα: τὸ μὲν γὰρ ὕδωρ οὕτω ῥᾳδίως εἰς πῶρον μεταβάλλει πηττόμενον ὥστ᾽ ὀχετοὺς ἐπάγοντες φραγμοὺς ἀπεργάζονται μονολίθους, τὸ δὲ Πλουτώνιον ὑπ᾽ ὀφρύι μικρᾷ τῆς ὑπερκειμένης ὀρεινῆς στόμιόν ἐστι σύμμετρον ὅσον ἄνθρωπον δέξασθαι δυνάμενον, βεβάθυνται δ᾽ ἐπὶ πολύ: πρόκειται δὲ τούτου δρυφάκτωμα τετράγωνον ὅσον ἡμιπλέθρου τὴν περίμετρον: τοῦτο δὲ πλῆρές ἐστιν ὁμιχλώδους παχείας ἀχλύος ὥστε μόγις τοὔδαφος καθορᾶν. τοῖς μὲν οὖν κύκλῳ πλησιάζουσι πρὸς τὸν δρύφακτον ἄλυπός ἐστιν ἀήρ, καθαρεύων ἐκείνης τῆς ἀχλύος ἐν ταῖς νηνεμίαις: συμμένει γὰρ ἐντὸς τοῦ περιβόλου: τῷ δ᾽ εἴσω παριόντι ζῴῳ θάνατος παραχρῆμα ἀπαντᾷ: ταῦροι γοῦν εἰσαχθέντες πίπτουσι καὶ ἐξέλκονται νεκροί, ἡμεῖς δὲ στρουθία ἐπέμψαμεν καὶ ἔπεσεν εὐθὺς ἐκπνεύσαντα: οἱ δ᾽ ἀπόκοποι Γάλλοι παρίασιν ἀπαθεῖς, ὥστε καὶ μέχρι τοῦ στομίου πλησιάζειν καὶ ἐγκύπτειν καὶ καταδύνειν μέχρι ποσοῦ συνέχοντας ὡς ἐπὶ τὸ πολὺ τὸ πνεῦμα: ἑωρῶμεν γὰρ ἐκ τῆς ὄψεως ὡς ἂν πνιγώδους τινὸς πάθους ἔμφασιν, εἴτ᾽ ἐπὶ πάντων τῶν οὕτω πεπηρωμένων τοῦτο εἴτε μόνων τῶν περὶ τὸ ἱερόν, καὶ εἴτε θείᾳ προνοίᾳ, καθάπερ ἐπὶ τῶν ἐνθουσιασμῶν εἰκός, εἴτε ἀντιδότοις τισὶ δυνάμεσι τούτου συμβαίνοντος. τὸ δὲ τῆς ἀπολιθώσεως καὶ ἐπὶ τῶν ἐν Λαοδικείᾳ ποταμῶν φασι συμβαίνειν [p. 881] καίπερ ὄντων ποτίμων. ἔστι δὲ καὶ πρὸς βαφὴν ἐρίων θαυμαστῶς σύμμετρον τὸ κατὰ τὴν Ἱερὰν πόλιν ὕδωρ, ὥστε τὰ ἐκ τῶν ῥιζῶν βαπτόμενα ἐνάμιλλα εἶναι τοῖς ἐκ τῆς κόκκου καὶ τοῖς ἁλουργέσιν: οὕτω δ᾽ ἐστὶν ἄφθονον τὸ πλῆθος τοῦ ὕδατος ὥστε πόλις μεστὴ τῶν αὐτομάτων βαλανείων ἐστί. [15]

μετὰ δὲ τὴν Ἱερὰν πόλιν τὰ πέραν τοῦ Μαιάνδρου. τὰ μὲν οὖν περὶ Λαοδίκειαν καὶ Ἀφροδισιάδα καὶ τὰ μέχρι Καρούρων εἴρηται: τὰ δ᾽ ἑξῆς ἐστι τὰ μὲν πρὸς δύσιν τῶν Ἀντιοχέων πόλις τῶν ἐπὶ Μαιάνδρῳ, τῆς Καρίας ἤδη: τὰ δὲ πρὸς νότον Κιβύρα ἐστὶν μεγάλη καὶ Σίνδα καὶ Καβαλὶς μέχρι τοῦ Ταύρου καὶ τῆς Λυκίας. μὲν οὖν Ἀντιόχεια μετρία πόλις ἐστὶν ἐπ᾽ αὐτῷ κειμένη τῷ Μαιάνδρῳ κατὰ τὸ πρὸς τῇ Φρυγίᾳ μέρος, ἐπέζευκται δὲ γέφυρα: χώραν δ᾽ ἔχει πολλὴν ἐφ᾽ ἑκάτερα τοῦ ποταμοῦ πᾶσαν εὐδαίμονα, πλείστην δὲ φέρει τὴν καλουμένην Ἀντιοχικὴν ἰσχάδα: τὴν δὲ αὐτὴν καὶ τρίφυλλον ὀνομάζουσιν: εὔσειστος δὲ καὶ οὗτός ἐστιν τόπος. σοφιστὴς δὲ παρὰ τούτοις ἔνδοξος γεγένηται Διοτρέφης, οὗ διήκουσεν Ὑβρέας καθ᾽ ἡμᾶς γενόμενος μέγιστος ῥήτωρ. [16]

Σολύμους δ᾽ εἶναί φασι τοὺς Καβαλεῖς: τῆς γοῦν Τερμησσέων ἄκρας ὑπερκείμενος λόφος καλεῖται Σόλυμος, καὶ αὐτοὶ δὲ οἱ Τερμησσεῖς Σόλυμοι καλοῦνται. πλησίον δ᾽ ἐστὶ καὶ Βελλεροφόντου χάραξ καὶ Πεισάνδρου τάφος τοῦ υἱοῦ αὐτοῦ πεσόντος ἐν τῇ πρὸς Σολύμους μάχῃ. ταῦτα δὲ καὶ τοῖς ὑπὸ τοῦ ποιητοῦ λεγομένοις ὁμολογεῖται: περὶ μὲν γὰρ τοῦ Βελλεροφόντου φησὶν οὕτωςδεύτερον αὖ Σολύμοισι μαχέσσατο κυδαλίμοισι.
7 περὶ δὲ τοῦ παιδὸς αὐτοῦΠείσανδρον δέ οἱ υἱὸν Ἄρης ἆτος πολέμοιο
μαρνάμενον Σολύμοισι κατέκτανεν.
8 δὲ Τερμησσός ἐστι [p. 882] Πισιδικὴ πόλις μάλιστα καὶ ἔγγιστα ὑπερκειμένη τῆς Κιβύρας. [17] λέγονται δὲ ἀπόγονοι Λυδῶν οἱ Κιβυρᾶται τῶν κατασχόντων τὴν Καβαλίδα: ὕστερον δὲ Πισιδῶν τῶν ὁμόρων ἐποικησάντων καὶ μετακτισάντων εἰς ἕτερον τόπον εὐερκέστατον ἐν κύκλῳ σταδίων περὶ ἑκατόν. ηὐξήθη δὲ διὰ τὴν εὐνομίαν, καὶ αἱ κῶμαι παρεξέτειναν ἀπὸ Πισιδίας καὶ τῆς ὁμόρου Μιλυάδος ἕως Λυκίας καὶ τῆς Ῥοδίων περαίας: προσγενομένων δὲ τριῶν πόλεων ὁμόρων, Βουβῶνος Βαλβούρων Οἰνοάνδων, τετράπολις τὸ σύστημα ἐκλήθη, μίαν ἑκάστης ψῆφον ἐχούσης, δύο δὲ τῆς Κιβύρας: ἔστελλε γὰρ αὕτη πεζῶν μὲν τρεῖς μυριάδας ἱππέας δὲ δισχιλίους: ἐτυραννεῖτο δ᾽ ἀεί, σωφρόνως δ᾽ ὅμως: ἐπὶ Μοαγέτου δ᾽ τυραννὶς τέλος ἔσχε, καταλύσαντος αὐτὴν Μουρηνᾶ καὶ Λυκίοις προσορίσαντος τὰ Βάλβουρα καὶ τὴν Βουβῶνα: οὐδὲν δ᾽ ἧττον ἐν ταῖς μεγίσταις ἐξετάζεται διοικήσεσι τῆς Ἀσίας Κιβυρατική. τέτταρσι δὲ γλώτταις ἐχρῶντο οἱ Κιβυρᾶται, τῇ Πισιδικῇ τῇ Σολύμων τῇ Ἑλληνίδι τῇ Λυδῶν: ... δὲ οὐδ᾽ ἴχνος ἐστὶν ἐν Λυδίᾳ. ἴδιον δ᾽ ἐστὶν ἐν Κιβύρᾳ τὸ τὸν σίδηρον τορεύεσθαι ῥᾳδίως. Μιλύα δ᾽ ἐστὶν ἀπὸ τῶν κατὰ Τερμησσὸν στενῶν καὶ τῆς εἰς τὸ ἐντὸς τοῦ Ταύρου ὑπερθέσεως δι᾽ αὐτῶν ἐπὶ Ἴσινδα παρατείνουσα ὀρεινὴ μέχρι Σαγαλασσοῦ καὶ τῆς Ἀπαμέων χώρας.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (H.C. Hamilton, Esq., W. Falconer, M.A., 1903)
load focus English (1924)
hide References (6 total)
  • Cross-references in notes from this page (6):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: