previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[50]

εἴρηται δὲ περὶ αὐτῶν καὶ πρότερον: καὶ νῦν δὲ προσληπτέον ὅτι Πήδασόν τινα λέγει πόλιν αὐτῶν ὑπὸ Ἄλτῃ τεταγμένηνἌλτεω, ὃς Λελέγεσσι φιλοπτολέμοισιν ἀνάσσει,
Πήδασον αἰπήεσσαν ἔχων ἐπὶ Σατνιόεντι.
1 καὶ νῦν τόπος δείκνυται τῆς πόλεως ἔρημος. γράφουσι δέ τινες οὐκ εὖὑπὸ Σατνιόεντι,’ ὡς ὑπὸ ὄρει Σατνιόεντι κειμένης τῆς πόλεως: οὐδὲν δ᾽ ἐστὶν ὄρος ἐνταῦθα Σατνιόεις προσαγορευόμενον, ἀλλὰ ποταμὸς ἐφ᾽ ἵδρυται πόλις: νῦν δ᾽ ἐστὶν ἐρήμη. [p. 848] ὀνομάζει δὲ τὸν ποταμὸν ποιητής: “ Σάτνιον2 οὔτασε δουρὶ
Οἰνοπίδην, ὃν ἄρα νύμφη τέκε Νηὶς ἀμύμων
οἴνοπι βουκολέοντι παρ᾽ ὄχθαις Σατνιόεντος
3 καὶ πάλινναῖε δὲ Σατνιόεντος ἐυρρείταο παρ᾽ ὄχθαις
Πήδασον αἰπεινήν.
4 Σατνιόεντα δ᾽ ὕστερον εἶπον, οἱ δὲ Σαφνιόεντα: ἔστι δὲ χείμαρρος μέγας: ἄξιον δὲ μνήμης πεποίηκεν ὀνομάζων ποιητὴς αὐτόν. οὗτοι δ᾽ οἱ τόποι συνεχεῖς εἰσι τῇ Δαρδανίᾳ καὶ τῇ Σκηψίᾳ, ὥσπερ ἄλλη τις Δαρδανία, ταπεινοτέρα δέ.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1924)
load focus English (H.C. Hamilton, Esq., W. Falconer, M.A., 1903)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: