Hide browse bar Your current position in the text is marked in blue. Click anywhere in the line to jump to another position:
book:
This text is part of:
Search the Perseus Catalog for:
Table of Contents:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[6] πόλιν δ᾽ οὔτε τὸ τῶν Καταόνων ἔχει πεδίον οὔθ᾽ ἡ Μελιτηνή, φρούρια δ᾽ ἐρυμνὰ ἐπὶ τῶν ὀρῶν τά τε Ἀζάμορα καὶ τὸ Δάσταρκον, ὃ περιρρεῖται τῷ Καρμάλᾳ ποταμῷ. ἔχει δὲ καὶ ἱερὸν τὸ τοῦ Κατάονος Ἀπόλλωνος καθ᾽ ὅλην τιμώμενον τὴν Καππαδοκίαν, ποιησαμένων ἀφιδρύματα ἀπ᾽ αὐτοῦ. οὐδὲ αἱ ἄλλαι στρατηγίαι πόλεις ἔχουσι πλὴν δυεῖν: τῶν δὲ λοιπῶν στρατηγιῶν ἐν μὲν τῇ Σαργαραυσηνῇ πολίχνιόν ἐστιν Ἧρπα καὶ ποταμὸς Καρμάλας, ὃς καὶ αὐτὸς εἰς τὴν Κιλικίαν ἐκδίδωσιν: ἐν δὲ ταῖς ἄλλαις ὅ τε Ἄργος ἔρυμα ὑψηλὸν πρὸς τῷ Ταύρῳ, καὶ τὰ Νῶρα ὃ νῦν καλεῖται Νηροασσός, ἐν ᾧ Εὐμένης πολιορκούμενος ἀντέσχε πολὺν χρόνον: καθ᾽ ἡμᾶς δὲ Σισίνου ὑπῆρξε χρηματοφυλάκιον τοῦ ἐπιθεμένου τῇ Καππαδόκων ἀρχῇ. τούτου δ᾽ ἦν καὶ τὰ Κάδηνα, βασίλειον καὶ πόλεως κατασκευὴν ἔχον: ἔστι δὲ καὶ ἐπὶ τῶν ὅρων τῶν Λυκαονικῶν τὰ Γαρσαύιρα κωμόπολις: λέγεται δ᾽ ὑπάρξαι ποτὲ καὶ αὕτη μητρόπολις τῆς χώρας. ἐν δὲ τῇ Μοριμηνῇ τὸ ἱερὸν τοῦ ἐν Ὀυηνάσοις Διός, ἱεροδούλων κατοικίαν ἔχον τρισχιλίων σχεδόν τι καὶ χώραν ἱερὰν εὔκαρπον, παρέχουσαν πρόσοδον ἐνιαύσιον ταλάντων πεντεκαίδεκα τῷ ἱερεῖ: καὶ οὗτος δ᾽ ἐστὶ διὰ βίου, καθάπερ καὶ ὁ ἐν Κομάνοις, καὶ δευτερεύει κατὰ τιμὴν μετ᾽ ἐκεῖνον.
Strabo. ed. A. Meineke, Geographica. Leipzig: Teubner. 1877.
The Annenberg CPB/Project provided support for entering this text.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.
show
Browse Bar
hide
References (2 total)
- Cross-references in general dictionaries to this page
(2):
- LSJ, κωμό-πολις
- LSJ, χρημα^το-φυ^λάκιον
load
Vocabulary Tool
hide
Search
hideStable Identifiers
hide
Display Preferences