Hide browse bar Your current position in the text is marked in blue. Click anywhere in the line to jump to another position:
book:
chapter:
This text is part of:
Search the Perseus Catalog for:
Table of Contents:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[2] φέρεται μὲν οὖν ἀπὸ τῶν ἀρκτικῶν μερῶν, οὐ μὴν ὡς ἂν κατὰ διάμετρον ἀντίρρους τῷ Νείλῳ, καθάπερ νομίζουσιν οἱ πολλοί, ἀλλὰ ἑωθινώτερος ἐκείνου, παραπλησίως ἐκείνῳ τὰς ἀρχὰς ἀδήλους ἔχων: ἀλλὰ τοῦ μὲν πολὺ τὸ φανερὸν χώραν διεξιόντος πᾶσαν εὐεπίμικτον καὶ μακροὺς ἀνάπλους ἔχοντος, τοῦ δὲ Τανάιδος τὰς μὲν ἐκβολὰς ἴσμεν (δύο δ᾽ εἰσὶν εἰς τὰ ἀρκτικώτατα μέρη τῆς Μαιώτιδος ἑξήκοντα σταδίους ἀλλήλων διέχουσαι), τοῦ δ᾽ ὑπὲρ τῶν ἐκβολῶν ὀλίγον τὸ γνώριμόν ἐστι διὰ τὰ ψύχη καὶ τὰς ἀπορίας τῆς χώρας, ἃς οἱ μὲν αὐτόχθονες δύνανται φέρειν σαρξὶ καὶ γάλακτι τρεφόμενοι νομαδικῶς, οἱ δ᾽ ἀλλοεθνεῖς οὐχ ὑπομένουσιν. ἄλλως τε οἱ νομάδες δυσεπίμικτοι τοῖς ἄλλοις ὄντες καὶ πλήθει καὶ βίᾳ διαφέροντες ἀποκεκλείκασιν εἰ καί τι πορεύσιμον τῆς χώρας ἐστὶν ἢ εἴ τινας τετύχηκεν ἀνάπλους ἔχων ὁ ποταμός. ἀπὸ δὲ τῆς αἰτίας ταύτης οἱ μὲν ὑπέλαβον τὰς πηγὰς ἔχειν αὐτὸν ἐν τοῖς Καυκασίοις ὄρεσι, πολὺν δ᾽ ἐνεχθέντα ἐπὶ τὰς ἄρκτους εἶτ᾽ ἀναστρέψαντα ἐκβάλλειν εἰς τὴν Μαιῶτιν (τούτοις δὲ ὁμοδοξεῖ καὶ Θεοφάνης ὁ Μιτυληναῖος), οἱ δ᾽ ἀπὸ τῶν ἄνω μερῶν τοῦ Ἴστρου φέρεσθαι: σημεῖον δὲ φέρουσιν οὐδὲν τῆς πόρρωθεν οὕτω ῥύσεως καὶ ἀπ᾽ ἄλλων κλιμάτων, ὥσπερ οὐ δυνατὸν ὂν καὶ ἐγγύθεν καὶ ἀπὸ τῶν ἄρκτων.
Strabo. ed. A. Meineke, Geographica. Leipzig: Teubner. 1877.
The Annenberg CPB/Project provided support for entering this text.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.
show
Browse Bar
hide
References (4 total)
- Cross-references in general dictionaries to this page
(4):
- LSJ, ἀντίρρους
- LSJ, δυ^σεπί-μικτος
- LSJ, ἑωθι^νός
- LSJ, εὐεπί-μεικτος
load
Vocabulary Tool
hide
Search
hideStable Identifiers
hide
Display Preferences