previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[14]

καὶ ἐν τῷ Καρπαθίῳ δ᾽ εἰσὶ πολλαὶ τῶν Σποράδων μεταξὺ τῆς Κῶ μάλιστα καὶ Ῥόδου καὶ Κρήτης: ὧν εἰσιν Ἀστυπάλαιά τε καὶ Τῆλος καὶ Χαλκία καὶ ἃς Ὅμηρος ὀνομάζει ἐν τῷ καταλόγῳοἳ δ᾽ ἄρα Νίσυρόν τ᾽ εἶχον Κράπαθόν τε Κάσον τε,
καὶ Κῶν, Εὐρυπύλοιο πόλιν, νήσους τε Καλύδνας.
1ἔξω γὰρ τῆς Κῶ καὶ τῆς Ῥόδου, περὶ ὧν ἐροῦμεν ὕστερον, τάς τε ἄλλας ἐν ταῖς Σποράσι τίθεμεν καὶ δὴ καὶ ἐνταῦθα μεμνήμεθα αὐτῶν, καίπερ τῆς Ἀσίας οὐ τῆς Εὐρώπης ἐγγὺς οὐσῶν, ἐπειδὴ τῇ Κρήτῃ καὶ ταῖς Κυκλάσι καὶ τὰς Σποράδας συμπεριλαβεῖν ἠπείγετό πως λόγος: ἐν δὲ τῇ τῆς Ἀσίας περιοδείᾳ τὰς προσεχεῖς αὐτῇ τῶν ἀξιολόγων νήσων προσπεριοδεύσομεν, Κύπρον καὶ Ῥόδον καὶ Κῶν καὶ τὰς ἐν τῇ ἐφεξῆς παραλίᾳ κειμένας, Σάμον [p. 687] Χίον Λέσβον Τένεδον: νῦν δὲ τὰς Σποράδας ὧν ἄξιον μνησθῆναι λοιπὸν ἔπιμεν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (H.C. Hamilton, Esq., W. Falconer, M.A., 1903)
load focus English (1924)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: