Hide browse bar Your current position in the text is marked in blue. Click anywhere in the line to jump to another position:
book:
This text is part of:
Search the Perseus Catalog for:
Table of Contents:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[13] οἱ δ᾽ Εὐβοεῖς ἀγαθοὶ πρὸς μάχην ὑπῆρξαν τὴν σταδίαν, ἣ καὶ συστάδην λέγεται καὶ ἐκ χειρός. δόρασι δ᾽ ἐχρῶντο τοῖς ὀρεκτοῖς, ὥς φησιν ὁ ποιητής“ αἰχμηταὶ μεμαῶτες ὀρεκτῇσι μελίῃσι
θώρηκας ῥήσσειν.
”1 ἀλλοίων ἴσως ὄντων τῶν παλτῶν, οἵαν εἰκὸς εἶναι τὴν Πηλιάδα μελίην ἥν, ὥς φησιν ὁ ποιητής“ οἶος ἐπίστατο πῆλαι Ἀχιλλεύς
”2καὶ ὁ εἰπών“ δουρὶ δ᾽ ἀκοντίζω, ὅσον οὐκ ἄλλος τις ὀιστῷ,
”3τῷ παλτῷ λέγει δόρατι. καὶ οἱ μονομαχοῦντες τοῖς παλτοῖς χρώμενοι δόρασιν εἰσάγονται πρότερον, εἶτα ἐπὶ τὰ ξίφη βαδίζοντες: ἀγχέμαχοι δ᾽ εἰσὶν οὐχ οἱ ξίφει χρώμενοι μόνον, ἀλλὰ καὶ δόρατι ἐκ χειρός, ὥς φησιν“ οὔτησε ξυστῷ χαλκήρεϊ, λῦσε δὲ γυῖα.
”4τοὺς μὲν οὖν Εὐβοέας τούτῳ τῷ τρόπῳ χρωμένους εἰσάγει, περὶ δὲ Λοκρῶν τἀναντία λέγει ὡς“ οὔ σφιν σταδίης ὑσμίνης ἔργα μέμηλεν,
ἀλλ᾽ ἄρα τόξοισι καὶ ἐυστρόφῳ οἰὸς ἀώτῳ
Ἴλιον εἰς ἅμ᾽ ἕποντο.
”5περιφέρεται δὲ καὶ χρησμὸς ἐκδοθεὶς [p. 633] Αἰγιεῦσιν “ ἵππον Θεσσαλικόν, Λακεδαιμονίαν δὲ γυναῖκα,
ἄνδρας θ᾽ οἳ πίνουσιν ὕδωρ ἱερῆς Ἀρεθούσης,
” τοὺς Χαλκιδέας λέγων ὡς ἀρίστους: ἐκεῖ γὰρ ἡ Ἀρέθουσα.
Strabo. ed. A. Meineke, Geographica. Leipzig: Teubner. 1877.
The Annenberg CPB/Project provided support for entering this text.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.