previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[38]

οὐδ᾽ Σκήψιος δὲ Δημήτριος εὖ, ἀλλὰ καὶ τῷ Ἀπολλοδώρῳ τῶν ἁμαρτιῶν ἐνίων αἴτιος ἐκεῖνος κατέστη. πρὸς γὰρ Νεάνθη τὸν Κυζικηνὸν φιλοτιμοτέρως ἀντιλέγων εἰπόντα ὅτι οἱ Ἀργοναῦται πλέοντες εἰς Φᾶσιν τὸν ὑφ᾽ Ὁμήρου καὶ τῶν ἄλλων ὁμολογούμενον πλοῦν ἱδρύσαντο τὰ τῆς Ἰδαίας μητρὸς ἱερὰ περὶ Κύζικον, ἀρχὴν φησὶ μηδ᾽ εἰδέναι τὴν εἰς Φᾶσιν ἀποδημίαν τοῦ Ἰάσονος Ὅμηρον. τοῦτο δ᾽ οὐ μόνον τοῖς ὑφ᾽ Ὁμήρου λεγομένοις μάχεται, ἀλλὰ καὶ τοῖς ὑπ᾽ αὐτοῦ. φησὶ γὰρ τὸν Ἀχιλλέα Λέσβον μὲν πορθῆσαι καὶ ἄλλα χωρία, Λήμνου δ᾽ ἀποσχέσθαι καὶ τῶν πλησίον νήσων διὰ τὴν πρὸς Ἰάσονα καὶ τὸν υἱὸν Εὔνεων συγγένειαν τότε τὴν νῆσον κατέχοντα. πῶς οὖν ποιητὴς τοῦτο μὲν ᾔδει, διότι συγγενεῖς ὁμοεθνεῖς γείτονες ὁπωσοῦν οἰκεῖοι ὑπῆρχον τε Ἀχιλλεὺς καὶ Ἰάσωνὅπερ οὐδαμόθεν ἄλλοθεν ἀλλ᾽ ἐκ τοῦ Θετταλοὺς ἀμφοτέρους εἶναι συνέβαινε, καὶ τὸν μὲν Ἰώλκιον τὸν δ᾽ ἐκ τῆς Φθιώτιδος Ἀχαιίδος ὑπάρχειν), τοῦτο δ᾽ ἠγνόει, πόθεν ἦλθε τῷ Ἰάσονι, Θετταλῷ καὶ Ἰωλκίῳ ὑπάρχοντι, ἐν μὲν τῇ πατρίδι μηδεμίαν καταλιπεῖν διαδοχήν, Λήμνου δὲ καταστῆσαι κύριον τὸν υἱόν; καὶ Πελίαν μὲν ᾔδει καὶ τὰς Πελιάδας καὶ τὴν ἀρίστην αὐτῶν καὶ τὸν υἱὸν αὐτῆςΕὔμηλον, τὸν ὑπ᾽ Ἀδμήτῳ τέκε δῖα γυναικῶν Ἄλκηστις, Πελίαο θυγατρῶν εἶδος ἀρίστη,’ τῶν δὲ περὶ τὸν Ἰάσονα συμβάντων καὶ τὴν Ἀργὼ καὶ τοὺς Ἀργοναύτας, τῶν ὁμολογουμένων παρὰ πᾶσιν, ἀνήκοος ἦν, ἐν δὲ τῷ ὠκεανῷ τὸν παρ᾽ Αἰήτου πλοῦν ἔπλαττεν, ἀρχὴν μηδεμίαν ἐξ ἱστορίας λαβών;

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (H.C. Hamilton, Esq., W. Falconer, M.A., 1903)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: