previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[7]

καὶ ἄλλως δ᾽ ἐμφαίνει τὸ κύκλῳ περικεῖσθαι τῇ γῇ τὸν ὠκεανόν, ὅταν οὕτω φῇ Ἥραεἶμι γὰρ ὀψομένη πολυφόρβου πείρατα γαίης Ὠκεανόν τε θεῶν γένεσιν.’ τοῖς γὰρ πέρασι πᾶσι συνήθη λέγει τὸν ὠκεανόν, τὰ δὲ πέρατα κύκλῳ περίκειται. ἔν τε τῇ ὁπλοποιίᾳ τῆς Ἀχιλλέως ἀσπίδος κύκλῳ περιτίθησι τὸν ὠκεανὸν ἐπὶ τῆς ἴτυος. ἔχεται δὲ τῆς αὐτῆς φιλοπραγμοσύνης καὶ τὸ μὴ ἀγνοεῖν τὰ περὶ τὰς πλημμυρίδας τοῦ ὠκεανοῦ καὶ τὰς ἀμπώτεις ἀψορρόου ὠκεανοῖο, λέγοντα καίτρὶς μὲν γάρ τ᾽ ἀνίησιν ἐπ᾽ ἤματι, τρὶς δ᾽ ἀναροιβδεῖ.’ καὶ γὰρ εἰ μὴ τρὶς ἀλλὰ δίς, τάχα τῆς ἱστορίας παραπεσόντος τῆς γραφῆς διημαρτημένης, ἀλλ᾽ γε προαίρεσις τοιαύτη. καὶ τὸἐξ ἀκαλαρρείταοδὲ ἔχει τινὰ ἔμφασιν τῆς πλημμυρίδος, ἐχούσης τὴν ἐπίβασιν πραεῖαν καὶ οὐ τελέως ῥοώδη. Ποσειδώνιος δὲ καὶ ἐκ τοῦ σκοπέλους λέγειν τοτὲ μὲν [p. 5] καλυπτομένους τοτὲ δὲ γυμνουμένους καὶ ἐκ τοῦ ποταμὸν φάναι τὸν ὠκεανὸν εἰκάζει τὸ ῥοῶδες αὐτοῦ τὸ περὶ τὰς πλημμυρίδας ἐμφανίζεσθαι. τὸ μὲν οὖν πρῶτον εὖ, τὸ δὲ δεύτερον οὐκ ἔχει λόγον: οὔτε γὰρ ποταμίῳ ῥεύματι ἔοικεν τῆς πλημμυρίδος ἐπίβασις, πολὺ δὲ μᾶλλον ἀναχώρησις οὐ τοιαύτη, τε τοῦ Κράτητος λόγος διδάσκει τι πιθανώτερον. βαθύρρουν μὲν γὰρ καὶ ἄψορρον λέγει, ὁμοίως δὲ καὶ ποταμὸν τὸν ὅλον ὠκεανόν: λέγει δὲ καὶ μέρος τοῦ ὠκεανοῦ τι ποταμὸν καὶ ποταμοῖο ῥόον, οὐ τοῦ ὅλου ἀλλὰ τοῦ μέρους, ὅταν οὕτω φῇαὐτὰρ ἐπεὶ ποταμοῖο λίπεν ῥόον ὠκεανοῖο νηῦς, ἀπὸ δ᾽ ἵκετο κῦμα θαλάσσης εὐρυπόροιο.’ οὐ γὰρ τὸν ὅλον, ἀλλὰ τὸν ἐν τῷ ὠκεανῷ τοῦ ποταμοῦ ῥόον μέρος ὄντα τοῦ ὠκεανοῦ, ὅν φησιν Κράτης ἀνάχυσίν τινα καὶ κόλπον ἐπὶ τὸν νότιον πόλον ἀπὸ τοῦ χειμερινοῦ τροπικοῦ διήκοντα. τοῦτον γὰρ δύναιτ᾽ ἄν τις ἐκλιπὼν ἔτι εἶναι ἐν τῷ ὠκεανῷ, τὸν δὲ ὅλον ἐκλιπόντα ἔτι εἶναι ἐν τῷ ὅλῳ οὐχ οἷόν τε. Ὅμηρος δέ γε οὕτω φησίποταμοῖο λίπεν ῥόον, ἀπὸ δ᾽ ἵκετο κῦμα θαλάσσης,’ ἥτις οὐκ ἄλλη τίς ἐστιν ἀλλὰ ὠκεανός. γίνεται οὖν, ἐὰν ἄλλως δέχῃ, ἐκβὰς ἐκ τοῦ ὠκεανοῦ ἦλθεν εἰς τὸν ὠκεανόν. ἀλλὰ ταῦτα μὲν μακροτέρας ἐστὶ διαίτης.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (H.C. Hamilton, Esq., W. Falconer, M.A., 1903)
hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: