previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Φιλοπονηρίας ΚΘ᾽

ἔστι δὲ φιλοπονηρία ἐπιθυμία κακίας, δὲ φιλοπόνηρός [2] ἐστι τοιόσδε τις, οἷος ἐντυγχάνειν τοῖς ἡττημένοις καὶ δημοσίους ἀγῶνας ὠφληκόσι καὶ ὑπολαμβάνειν, ἐὰν τούτοις [3] χρῆται, ἐμπειρότερος γενήσεσθαι καὶ φοβερώτερος. καὶ ἐπὶ τοῖς χρηστοῖς εἰπεῖν: 'ὡς φαίνεται,' καὶ φῆσαι, ὡς οὐδείς ἐστι χρηστός, καὶ ὁμοίους πάντας εἶναι, καὶ ἐπισκῶψαι δὲ [4] 'ὡς χρηστός ἐστι᾽. καὶ τὸν πονηρὸν δὲ εἰπεῖν ἐλεύθερον, ἐὰν βούληταί τις εἰς πεῖραν ἐλθεῖν, καὶ τὰ μὲν ἄλλα ὁμολογεῖν ἀληθῆ ὑπὲρ αὐτοῦ λέγεσθαι ὑπὸ τῶν ἀνθρώπων, ἔνια δὲ ἀγνοεῖν: φῆσαι γὰρ αὐτὸν εὐφυῆ καὶ φιλέταιρον καὶ ἐπιδέξιον: καὶ διατείνεσθαι δὲ ὑπὲρ αὐτοῦ, ὡς οὐκ ἐντετύχηκεν [5] ἀνθρώπῳ ἱκανωτέρῳ. καὶ εὔνους δὲ εἶναι τῷ ἐν ἐκκλησίᾳ λέγοντι ἐπὶ δικαστηρίῳ κρινομένῳ: καὶ πρὸς τοὺς καθημένους δὲ εἰπεῖν δεινὸς ὡς 'οὐ δεῖ τὸν ἄνδρα, ἀλλὰ τὸ πρᾶγμα κρίνεσθαι᾽. καὶ φῆσαι αὐτὸν κύνα εἶναι τοῦ δήμου: φυλάττειν γὰρ αὐτὸν πρὸς τοὺς ἀδικοῦντας: καὶ εἰπεῖν, ὡς 'οὐχ ἕξομεν τοὺς ὑπὲρ τῶν κοινῶν συναχθεσθησομένους, ἂν [6] τοὺς τοιούτους προώμεθα᾽. δεινὸς δὲ καὶ προστατῆσαι φαύλων καὶ συνεδρεῦσαι ἐν δικαστηρίοις ἐπὶ πονηροῖς πράγμασιν καὶ κρίσιν κρίνων ἐκδέχεσθαι τὰ ὑπὸ τῶν ἀντιδίκων λεγόμενα ἐπὶ τὸ χεῖρον.

[7] καὶ τὸ ὅλον φιλοπονηρία ἀδελφή ἐστι τῆς πονηρίας, καὶ ἀληθές ἐστι τὸ τῆς παροιμίας τὸ ὅμοιον πρὸς τὸ ὅμοιον πορεύεσθαι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: