previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

κακολογίας ΚΗ᾽

ἔστι δὲ κακολογία ἀγωγὴ ψυχῆς εἰς τὸ χεῖρον ἐν [2] λόγοις, δὲ κακολόγος τοιόσδε τις, οἷος ἐρωτηθείς: ' δεῖνα τίς ἐστιν; ὀγκοῦσθαι καθάπερ οἱ γενεαλογοῦντες: 'πρῶτον ἀπὸ τοῦ γένους αὐτοῦ ἄρξομαι: τούτου μὲν πατὴρ ἐξ ἀρχῆς Σωσίας ἐκαλεῖτο, ἐγένετο δὲ ἐν τοῖς στρατιώταις Σωσίστρατος, ἐπειδὴ δὲ εἰς τοὺς δημότας ἐνεγράφη, Σωσίδημος. μέντοι μήτηρ εὐγενὴς Θρᾷττά ἐστι: καλεῖται γοῦν ψυχὴ Κρινοκοράκα: τὰς δὲ τοιαύτας φασὶν ἐν τῇ πατρίδι εὐγενεῖς εἶναι: αὐτὸς δὲ οὗτος ὡς ἐκ τοιούτων [3] γεγονὼς κακὸς καὶ μαστιγίασ᾽. καὶ κακῶς δὲ πρός τινα εἰπεῖν: 'ἐγὼ δήπου τὰ τοιαῦτα οἶδα, ὑπὲρ ὧν σὺ πλανᾷ πρὸς ἐμέ,' κἀπὶ τούτοις διεξιών: 'αὗται αἱ γυναῖκες ἐκ τῆς ὁδοῦ τοὺς παριόντας συναρπάζουσι,' καὶ 'οἰκία τις αὕτη τὰ σκέλη ἠρκυῖα: οὐ γὰρ οἷον λῆρός ἐστι τὸ λεγόμενον, ἀλλ᾽ ὥσπερ κύνες αἱ γυναῖκες ἐν ταῖς ὁδοῖς συνέχονται᾽, καὶ 'τὸ ὅλον ἀνδρόλαλοί τινεσ᾽, καὶ 'αὐταὶ παρὰ τὴν θύραν τὴν [4] αὔλειον ὑπακούουσι᾽. ἀμέλει δὲ καὶ κακῶς λεγόντων ἑτέρων συνεπιλαμβάνεσθαι εἴπας: 'ἐγὼ δὲ τοῦτον τὸν ἄνθρωπον πλέον πάντων μεμίσηκα: καὶ γὰρ εἰδεχθής τις ἀπὸ τοῦ προσώπου ἐστίν: δὲ πονηρία οὐδὲν ὁμοία: σημεῖον δέ: τῇ γὰρ αὑτοῦ γυναικὶ τάλαντα εἰσενεγκαμένῃ προῖκα, ἐξ ἧς παιδίον αὐτῷ γεννᾷ, τρεῖς χαλκοῦς εἰς ὄψον δίδωσι καὶ τῷ [5] ψυχρῷ λοῦσθαι ἀναγκάζει τῇ τοῦ Ποσειδῶνος ἡμέρᾳ᾽. καὶ συγκαθήμενος δεινὸς περὶ τοῦ ἀναστάντος εἰπεῖν καὶ ἀρχήν γε εἰληφὼς μὴ ἀποσχέσθαι μηδὲ τοὺς οἰκείους αὐτοῦ λοιδορῆσαι. [6] καὶ πλεῖστα περὶ τῶν φίλων καὶ οἰκείων [κακὰ εἰπεῖν] καὶ περὶ τῶν τετελευτηκότων κακῶς λέγειν, ἀποκαλῶν παρρησίαν καὶ δημοκρατίαν καὶ ἐλευθερίαν καὶ τῶν ἐν τῷ βίῳ ἥδιστα τοῦτο ποιῶν.

[7] οὕτως τῆς ἰδίας κακίας ἐρεθισμὸς μανικοὺς καὶ ἐξεστηκότας ἀνθρώπους τοῖς ἤθεσι ποιεῖ.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: