previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

αὐθαδείας ΙΕ᾽

δὲ αὐθάδειά ἐστιν ἀπήνεια ὁμιλίας ἐν λόγοις, δὲ [2] αὐθάδης τοιοῦτός τις, οἷος ἐρωτηθείς: ' δεῖνα ποῦ ἐστιν; [3] εἰπεῖν: 'πράγματά μοι μὴ πάρεχε᾽: καὶ προσαγορευθεὶς [4] μὴ ἀντιπροσειπεῖν. καὶ πωλῶν τι μὴ λέγειν τοῖς ὠνουμένοις, [5] πόσου ἂν ἀποδοῖτο, ἀλλ᾽ ἐρωτᾶν, τί εὑρίσκει. καὶ τοῖς τιμῶσι καὶ πέμπουσιν εἰς τὰς ἑορτὰς εἰπεῖν, ὅτι οὐκ [6] ἂν γένοιτο διδόμενα: καὶ οὐκ ἔχειν συγγνώμην οὔτε τῷ ἀπώσαντι αὐτὸν ἀκουσίως [οὔτε τῷ ὤσαντι] οὔτε τῷ ἐμβάντι. [7] καὶ φίλῳ δὲ ἔρανον κελεύσαντι εἰσενεγκεῖν εἰπών, ὅτι οὐκ ἂν δοίη, ὕστερον ἥκειν φέρων καὶ λέγειν, ὅτι ἀπόλλυσι καὶ [8] τοῦτο τὸ ἀργύριον. καὶ προσπταίσας ἐν τῇ ὁδῷ δεινὸς [9] καταράσασθαι τῷ λίθῳ: καὶ [ἀναμεῖναι] οὐκ ἂν ὑπομεῖναι [10] πολὺν χρόνον οὐθένα. καὶ οὔτε ᾆσαι οὔτε ῥῆσιν εἰπεῖν [11] οὔτε ὀρχήσασθαι ἂν ἠθέλησε. δεινὸς δὲ καὶ τοῖς θεοῖς μὴ ἐπεύχεσθαι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: