previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

βδελυρίας ΙΑ᾽

οὐ χαλεπὸν δέ ἐστι τὴν βδελυρίαν διορίσασθαι: ἔστι γὰρ παιδιὰ ἐπιφανὴς καὶ ἐπονείδιστος, δὲ βδελυρὸς [2] τοιοῦτός τις, οἷος ἀπαντήσας γυναιξὶν ἐλευθέραις ἀνασυράμενος [3] δεῖξαι τὸ αἰδοῖον. καὶ ἐν θεάτρῳ κροτεῖν, ὅταν οἱ ἄλλοι παύωνται, καὶ συρίττειν, οὓς ἡδέως θεωροῦσιν οἱ λοιποί: καὶ ὅταν σιωπήσῃ τὸ θέατρον, ἀνακύψας ἐρυγεῖν, [4] ἵνα τοὺς καθημένους ποιήσῃ μεταστραφῆναι. καὶ πληθούσης τῆς ἀγορᾶς προσελθὼν πρὸς τὰ κάρυα τὰ μύρτα τὰ ἀκρόδρυα ἑστηκὼς τραγηματίζεσθαι, ἅμα τῷ πωλοῦντι προσλαλῶν: καὶ καλέσαι δὲ τῶν παρόντων ὀνομαστί τινα, [5] μὴ συνήθης ἐστί. καὶ σπεύδοντας δέ που ὁρῶν περιμεῖναι [6] κελεῦσαι. καὶ ἡττωμένῳ δὲ μεγάλην δίκην ἀπιόντι [7] ἀπὸ τοῦ δικαστηρίου προσελθεῖν καὶ συνησθῆναι. καὶ ὀψωνεῖν ἑαυτῷ καὶ αὐλητρίδας μισθοῦσθαι καὶ δεικνύειν δὲ τοῖς ἀπαντῶσι τὰ ὠψωνημένα καὶ παρακαλεῖν ἐπὶ ταῦτα. [8] καὶ διηγεῖσθαι προσστὰς πρὸς κουρεῖον μυροπώλιον, ὅτι μεθύσκεσθαι μέλλει.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: