previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[6]

ἔστιν δὲ καὶ τὰ ἀστεῖα τὰ πλεῖστα διὰ μεταφορᾶς καὶ
ἐκ τοῦ προσεξαπατᾶν: μᾶλλον γὰρ γίγνεται δῆλον τι ἔμαθε παρὰ τὸ ἐναντίως ἔχειν, καὶ ἔοικεν λέγειν ψυχὴὡς ἀληθῶς, ἐγὼ δὲ ἥμαρτον”. καὶ τῶν ἀποφθεγμάτων δὲ τὰ ἀστεῖά ἐστιν ἐκ τοῦ μὴ φησι λέγειν, οἷον τὸ Στησιχόρου, ὅτι οἱ τέττιγες ἑαυτοῖς χαμόθεν ᾁσονται. καὶ τὰ εὖ ᾐνιγμένα
διὰ τὸ αὐτὸ ἡδέαμάθησις γάρ ἐστι καὶ μεταφορά), καὶ λέγει Θεόδωροςτὸ καινὰ λέγειν. γίγνεται δὲ ὅταν παράδοξον , καὶ μή, ὡς ἐκεῖνος λέγει, πρὸς τὴν ἔμπροσθεν δόξαν, ἀλλ᾽ ὥσπερ ἐν τοῖς γελοίοις τὰ παραπεποιημέναὅπερ δύναται καὶ τὰ παρὰ γράμμα σκώμματα:
ἐξαπατᾷ γάρ), καὶ ἐν τοῖς μέτροις: οὐ γὰρ ὥσπερ ἀκούων ὑπέλαβεν: “ἔστειχε δ᾽ ἔχων ὑπὸ ποσσὶ χίμεθλα:

δ᾽ ᾤετο πέδιλα ἐρεῖν. τούτου δ᾽ ἅμα λεγομένου δεῖ δῆλον εἶναι. τὰ δὲ παρὰ γράμμα ποιεῖ οὐχ λέγει λέγειν, ἀλλ᾽ μεταστρέφει ὄνομα, οἷον τὸ Θεοδώρου εἰς Νίκωνα
τὸν κιθαρῳδὸνθράξει σε”, προσποιεῖται γὰρ λέγειν τὸΘρᾷξ εἶ σύκαὶ ἐξαπατᾷ: ἄλλο γὰρ λέγει.
διὸ μαθόντι ἡδύ, ἐπεὶ εἰ μὴ ὑπολαμβάνει Θρᾷκα εἶναι, οὐ δόξει ἀστεῖον εἶναι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Notes (E. M. Cope, 1877)
load focus English (J. H. Freese, 1926)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: