previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

24.

ἐπεὶ δ᾽ ἐνδέχεται τὸν μὲν εἶναι συλλογισμόν, τὸν δὲ μὴ
εἶναι μὲν φαίνεσθαι δέ, ἀνάγκη καὶ ἐνθύμημα τὸ μὲν εἶναι, τὸ δὲ μὴ εἶναι ἐνθύμημα φαίνεσθαι δέ, ἐπείπερ τὸ ἐνθύμημα συλλογισμός τις. [2]
τόποι δ᾽ εἰσὶ τῶν φαινομένων ἐνθυμημάτων εἷς μὲν παρὰ τὴν λέξιν, καὶ τούτου ἓν μὲν μέρος, ὥσπερ ἐν τοῖς διαλεκτικοῖς, τὸ μὴ συλλογισάμενον συμπερασματικῶς τὸ τελευταῖον εἰπεῖν, “οὐκ ἄρα τὸ καὶ τό, ἀνάγκη
ἄρα τὸ καὶ τό”, ἐν τοῖς ἐνθυμήμασι τὸ συνεστραμμένως καὶ ἀντικειμένως εἰπεῖν φαίνεται ἐνθύμημα γὰρ τοιαύτη λέξις χώρα ἐστὶν ἐνθυμήματος): καὶ ἔοικε τὸ τοιοῦτον εἶναι παρὰ τὸ σχῆμα τῆς λέξεως. ἔστι δὲ εἰς τὸ τῇ λέξει συλλογιστικῶς λέγειν χρήσιμον τὸ συλλογισμῶν πολλῶν κεφάλαια
λέγειν, ὅτι τοὺς μὲν ἔσωσε, τοῖς δ᾽ ἑτέροις ἐτιμώρησε, τοὺς δ᾽ Ἕλληνας ἠλευθέρωσε: ἕκαστον μὲν γὰρ τούτων ἐξ ἄλλων ἀπεδείχθη, συντεθέντων δὲ φαίνεται καὶ ἐκ τούτων τι γίγνεσθαι.

ἓν δὲ τὸ παρὰ τὴν ὁμωνυμίαν, τὸ φάναι σπουδαῖον εἶναι μῦν, ἀφ᾽ οὗ γ᾽ ἐστὶν τιμιωτάτη πασῶν τελετή:
τὰ γὰρ μυστήρια πασῶν τιμιωτάτη τελετή. εἴ τις κύνα ἐγκωμιάζων τὸν ἐν τῷ οὐρανῷ συμπαραλαμβάνοι, τὸν Πᾶνα, ὅτι Πίνδαρος ἔφησεν μάκαρ, ὅν τε μεγάλας θεοῦ κύνα παντοδαπὸν
καλέουσιν Ὀλύμπιοι,


ὅτι τὸ μηδένα εἶναι κύν᾽ ἀτιμότατόν ἐστιν, ὥστε τὸ κύνα δῆλον ὅτι τίμιον. καὶ τὸ κοινωνικὸν φάναι τὸν Ἑρμῆν εἶναι μάλιστα τῶν θεῶν: μόνος γὰρ καλεῖται κοινὸς Ἑρμῆς. καὶ τὸ τὸν λόγον εἶναι σπουδαιότατον, ὅτι οἱ ἀγαθοὶ ἄνδρες οὐ χρημάτων ἀλλὰ λόγου εἰσὶν ἄξιοι: τὸ γὰρ λόγου ἄξιον οὐχ ἁπλῶς
λέγεται. [3] ἄλλος τὸ τὸ διῃρημένον συντιθέντα λέγειν τὸ συγκείμενον διαιροῦντα: ἐπεὶ γὰρ ταὐτὸν δοκεῖ εἶναι οὐκ ὂν ταὐτὸ πολλάκις, ὁπότερον χρησιμώτερον, τοῦτο δεῖ ποιεῖν. ἔστι δὲ τοῦτο Εὐθυδήμου λόγος, οἷον τὸ εἰδέναι ὅτι τριήρης ἐμ Πειραεῖ ἐστίν: ἕκαστον γὰρ οἶδεν. καὶ τὸν τὰ
στοιχεῖα ἐπιστάμενον ὅτι τὸ ἔπος οἶδεν: τὸ γὰρ ἔπος τὸ αὐτό ἐστιν. καὶ ἐπεὶ τὸ δὶς τοσοῦτον νοσῶδες, μηδὲ τὸ ἓν φάναι ὑγιεινὸν εἶναι: ἄτοπον γὰρ εἰ τὰ δύο ἀγαθὰ ἓν κακόν ἐστιν. οὕτω μὲν οὖν ἐλεγκτικόν, ὧδε δὲ δεικτικόν: οὐ γάρ ἐστιν ἓν ἀγαθὸν δύο κακά: ὅλος δὲ τόπος παραλογιστικός. πάλιν τὸ
Πολυκράτους εἰς Θρασύβουλον, ὅτι τριάκοντα τυράννους κατέλυσε: συντίθησι γάρ. τὸ ἐν τῷ Ὀρέστῃ τῷ Θεοδέκτου: ἐκ διαιρέσεως γάρ ἐστιν: “δίκαιόν ἐστιν, ἥτις ἂν κτείνῃ πόσιν,

Theodectes fr. 5 ἀποθνῄσκειν ταύτην, καὶ τῷ πατρί γε τιμωρεῖν τὸν υἱόν,
οὐκοῦν καὶ ταῦτα πέπρακται: συντεθέντα γὰρ ἴσως οὐκέτι δίκαιον. εἴη δ᾽ ἂν καὶ παρὰ τὴν ἔλλειψιν: ἀφαιρεῖ γὰρ τὸ ὑπὸ τίνος. [4]

ἄλλος δὲ τόπος τὸ δεινώσει κατασκευάζειν ἀνασκευάζειν: τοῦτο δ᾽ ἐστὶν ὅταν, μὴ δείξας ὅτι ἐποίησεν μηδ᾽ ὅτι
οὐκ ἐποίησεν, αὐξήσῃ τὸ πρᾶγμα: ποιεῖ γὰρ φαίνεσθαι ὡς οὐ πεποίηκεν, ὅταν τὴν αἰτίαν ἔχων αὔξῃ, ὡς πεποίηκεν, ὅταν κατηγορῶν αὐξῇ. οὔκουν ἐστὶν ἐνθύμημα: παραλογίζεται γὰρ ἀκροατὴς ὅτι ἐποίησεν οὐκ ἐποίησεν, οὐ δεδειγμένου. [5]

ἄλλος τὸ ἐκ σημείου: ἀσυλλόγιστον γὰρ
καὶ τοῦτο: οἷον εἴ τις λέγοιταῖς πόλεσι συμφέρουσιν οἱ ἐρῶντες: γὰρ Ἁρμοδίου καὶ Ἀριστογείτονος ἔρως κατέλυσε τὸν τύραννον Ἵππαρχον”, εἴ τις λέγοι ὅτι κλέπτης Διονύσιος: πονηρὸς γάρ: ἀσυλλόγιστον γὰρ δὴ τοῦτο: οὐ γὰρ πᾶς πονηρὸς κλέπτης, ἀλλὰ κλέπτης πᾶς πονηρός. [6]

ἄλλος
διὰ τὸ συμβεβηκός, οἷον λέγει Πολυκράτης εἰς τοὺς μῦς, ὅτι ἐβοήθησαν διατραγόντες τὰς νευράς: εἴ τις φαίη τὸ ἐπὶ δεῖπνον κληθῆναι τιμιώτατον: διὰ γὰρ τὸ μὴ κληθῆναι Ἀχιλλεὺς ἐμήνισε τοῖς Ἀχαιοῖς ἐν Τενέδῳ: δ᾽ ὡς ἀτιμαζόμενος ἐμήνισεν, συνέβη δὲ τοῦτο διὰ τὸ μὴ κληθῆναι.
[7]

ἄλλος τὸ παρὰ τὸ ἑπόμενον, οἷον ἐν τῷ Ἀλεξάνδρῳ, ὅτι μεγαλόψυχος: ὑπεριδὼν γὰρ τὴν πολλῶν ὁμιλίαν ἐν τῇ Ἴδῃ διέτριβεν καθ᾽ αὑτόν: ὅτι γὰρ οἱ μεγαλόψυχοι τοιοῦτοι, καὶ οὗτος μεγαλόψυχος δόξειεν ἄν. καὶ ἐπεὶ καλλωπιστὴς καὶ νύκτωρ πλανᾶται, μοιχός: τοιοῦτοι γάρ. ὅμοιον δὲ καὶ ὅτι
ἐν τοῖς ἱεροῖς οἱ πτωχοὶ καὶ ᾁδουσι καὶ ὀρχοῦνται, καὶ ὅτι τοῖς φυγάσιν ἔξεστιν οἰκεῖν ὅπου ἂν θέλωσιν: ὅτι γὰρ τοῖς δοκοῦσιν εὐδαιμονεῖν ὑπάρχει ταῦτα, καὶ οἷς ταῦτα ὑπάρχει δόξαιεν ἂν εὐδαιμονεῖν, διαφέρει δὲ τῷ πῶς: διὸ καὶ εἰς τὴν ἔλλειψιν ἐμπίπτει. [8]

ἄλλος παρὰ τὸ
ἀναίτιον ὡς αἴτιον, οἷον τῷ ἅμα μετὰ τοῦτο γεγονέναι: τὸ γὰρ μετὰ τοῦτο ὡς διὰ τοῦτο λαμβάνουσιν, καὶ μάλιστα οἱ ἐν ταῖς πολιτείαις, οἷον ὡς Δημάδης τὴν Δημοσθένους πολιτείαν πάντων τῶν κακῶν αἰτίαν: μετ᾽ ἐκείνην γὰρ συνέβη πόλεμος. [9]

ἄλλος παρὰ τὴν ἔλλειψιν τοῦ πότε καὶ πῶς,
οἷον ὅτι δικαίως Ἀλέξανδρος ἔλαβε τὴν Ἑλένην: αἵρεσις γὰρ αὐτῇ ἐδόθη παρὰ τοῦ πατρός. οὐ γὰρ ἀεὶ ἴσως, ἀλλὰ τὸ πρῶτον: καὶ γὰρ πατὴρ μέχρι τούτου κύριος.
εἴ τις φαίη τὸ τύπτειν τοὺς ἐλευθέρους ὕβριν εἶναι: οὐ γὰρ πάντως, ἀλλ᾽ ὅταν ἄρχῃ χειρῶν ἀδίκων. [10]

ἔτι ὥσπερ ἐν τοῖς ἐριστικοῖς παρὰ τὸ ἁπλῶς καὶ μὴ ἁπλῶς, ἀλλὰ τί, γίγνεται φαινόμενος
συλλογισμός, οἷον ἐν μὲν τοῖς διαλεκτικοῖς ὅτι ἔστι τὸ μὴ ὄν ὄν, ἔστι γὰρ τὸ μὴ ὂν μὴ ὄν, καὶ ὅτι ἐπιστητὸν τὸ ἄγνωστον, ἔστιν γὰρ ἐπιστητὸν τὸ ἄγνωστον ὅτι ἄγνωστον, οὕτως καὶ ἐν τοῖς ῥητορικοῖς ἐστιν φαινόμενον ἐνθύμημα παρὰ τὸ μὴ ἁπλῶς εἰκὸς ἀλλὰ τὶ εἰκός. ἔστιν δὲ τοῦτο οὐ καθόλου, ὥσπερ
καὶ Ἀγάθων λέγειτάχ᾽ ἄν τις εἰκὸς αὐτὸ τοῦτ᾽ εἶναι λέγοι,
βροτοῖσι πολλὰ τυγχάνειν οὐκ εἰκότα.

γίγνεται γὰρ τὸ παρὰ τὸ εἰκός, ὥστε εἰκὸς καὶ τὸ παρὰ τὸ εἰκός, εἰ δὲ τοῦτο, ἔσται τὸ μὴ εἰκὸς εἰκός. ἀλλ᾽ οὐχ ἁπλῶς,
ἀλλ᾽ ὥσπερ καὶ ἐπὶ τῶν ἐριστικῶν τὸ κατὰ τί καὶ πρὸς τί καὶ πῇ οὐ προστιθέμενα ποιεῖ τὴν συκοφαντίαν, καὶ ἐνταῦθα παρὰ τὸ εἰκὸς εἶναι μὴ ἁπλῶς ἀλλὰ τὶ εἰκός. [11] ἔστι δ᾽ ἐκ τούτου τοῦ τόπου Κόρακος τέχνη συγκειμένη: “ἄν τε γὰρ μὴ ἔνοχος τῇ αἰτίᾳ, οἷον ἀσθενὴς ὢν αἰκίας φεύγειοὐ γὰρ εἰκός), κἂν ἔνοχος
, οἷον ἰσχυρὸς ὤνοὐ γὰρ εἰκός, ὅτι εἰκὸς ἔμελλε δόξειν)”. ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων: γὰρ ἔνοχον ἀνάγκη μὴ ἔνοχον εἶναι τῇ αἰτίᾳ: φαίνεται μὲν οὖν ἀμφότερα εἰκότα, ἔστι δὲ τὸ μὲν εἰκός, τὸ δὲ οὐχ ἁπλῶς ἀλλ᾽ ὥσπερ εἴρηται: καὶ τὸ τὸν ἥττω δὲ λόγον κρείττω ποιεῖν τοῦτ᾽ ἔστιν. καὶ
ἐντεῦθεν δικαίως ἐδυσχέραινον οἱ ἄνθρωποι τὸ Πρωταγόρου ἐπάγγελμα: ψεῦδός τε γάρ ἐστιν, καὶ οὐκ ἀληθὲς ἀλλὰ φαινόμενον εἰκός, καὶ ἐν οὐδεμιᾷ τέχνῃ ἀλλ᾽ ἐν ῥητορικῇ καὶ ἐριστικῇ.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Notes (E. M. Cope, 1877)
load focus English (J. H. Freese, 1926)
hide References (1 total)
  • Cross-references to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: