Click on a word to bring up parses, dictionary entries, and frequency statistics
διὸ χρησιμωτάτη ἡ διπλῆ λέξις τοῖς διθυραμβοποιοῖς (οὗτοι γὰρ ψοφώδεις), αἱ δὲ γλῶτται τοῖς ἐποποιοῖς (σεμνὸν γὰρ καὶ αὔθαδες), ἡ δὲ μεταφορὰ τοῖς ἰαμβείοις (τούτοις γὰρ νῦν χρῶνται, ὥσπερ
εἴρηται). [4] καὶ ἔτι τέταρτον τὸ ψυχρὸν ἐν ταῖς μεταφοραῖς γίνεται: εἰσὶν γὰρ καὶ μεταφοραὶ ἀπρεπεῖς, αἱ μὲν διὰ τὸ γελοῖον (χρῶνται γὰρ καὶ οἱ κωμῳδοποιοὶ μεταφοραῖς), αἱ δὲ διὰ τὸ σεμνὸν ἄγαν καὶ τραγικόν: ἀσαφεῖς δέ, ἂν πόρρωθεν, οἷον Γοργίας “χλωρὰ καὶ ἄναιμα τὰ πράγματα”, “σὺ
δὲ ταῦτα αἰσχρῶς μὲν ἔσπειρας κακῶς δὲ ἐθέρισας”: ποιητικῶς γὰρ ἄγαν. καὶ ὡς Ἀλκιδάμας τὴν φιλοσοφίαν “ἐπιτείχισμα τῷ νόμῳ”, καὶ τὴν Ὀδύσσειαν “καλὸν ἀνθρωπίνου βίου κάτοπτρον”, καὶ “οὐδὲν τοιοῦτον ἄθυρμα τῇ ποιήσει προσφέρων”: ἅπαντα γὰρ ταῦτα ἀπίθανα διὰ τὰ εἰρημένα.
τὸ δὲ Γοργίου εἰς τὴν χελιδόνα, ἐπεὶ κατ᾽ αὐτοῦ πετομένη ἀφῆκε τὸ περίττωμα, ἄριστα ἔχει τῶν τραγικῶν: εἶπε γὰρ “αἰσχρόν γε, ὦ Φιλομήλα”. ὄρνιθι μὲν γάρ, εἰ ἐποίησεν, οὐκ αἰσχρόν, παρθένῳ δὲ αἰσχρόν. εὖ οὖν ἐλοιδόρησεν εἰπὼν ὃ ἦν, ἀλλ᾽ οὐχ ὃ ἔστιν.
4. ἔστιν δὲ καὶ ἡ εἰκὼν μεταφορά: διαφέρει γὰρ μικρόν: ὅταν μὲν γὰρ εἴπῃ τὸν Ἀχιλλέα “ὡς δὲ λέων ἐπόρουσεν
”, εἰκών ἐστιν, ὅταν δὲ “λέων ἐπόρουσε”, μεταφορά: διὰ γὰρ τὸ ἄμφω ἀνδρείους εἶναι, προσηγόρευσεν μετενέγκας λέοντα τὸν Ἀχιλλέα. [2] χρήσιμον δὲ ἡ εἰκὼν καὶ ἐν λόγῳ, ὀλιγάκις
δέ: ποιητικὸν γάρ. οἰστέαι δὲ ὥσπερ αἱ μεταφοραί: μεταφοραὶ γάρ εἰσι, διαφέρουσαι τῷ εἰρημένῳ. [3] εἰσὶν δ᾽ εἰκόνες οἷον ἣν Ἀνδροτίων εἰς Ἰδριέα, ὅτι ὅμοιος τοῖς ἐκ τῶν δεσμῶν κυνιδίοις: ἐκεῖνά τε γὰρ προσπίπτοντα δάκνειν, καὶ Ἰδριέα λυθέντα ἐκ τῶν δεσμῶν εἶναι χαλεπόν. καὶ
ὡς Θεοδάμας εἴκαζεν Ἀρχίδαμον Εὐξένῳ γεωμετρεῖν οὐκ ἐπισταμένῳ ἐν τῷ ἀνάλογόν ἐστιν: ἔσται γὰρ καὶ ὁ Εὔξενος Ἀρχίδαμος γεωμετρικός. καὶ τὸ ἐν τῇ Πολιτείᾳ τῇ Πλάτωνος, ὅτι οἱ τοὺς τεθνεῶτας σκυλεύοντες ἐοίκασι τοῖς κυνιδίοις ἃ τοὺς λίθους δάκνει, τοῦ βάλλοντος οὐχ ἁπτόμενα, καὶ
ἡ εἰς τὸν δῆμον, ὅτι ὅμοιος ναυκλήρῳ ἰσχυρῷ μὲν ὑποκώφῳ δέ, καὶ ἡ εἰς τὰ μέτρα τῶν ποιητῶν, ὅτι ἔοικε τοῖς ἄνευ κάλλους ὡραίοις: οἱ μὲν γὰρ ἀπανθήσαντες, τὰ δὲ διαλυθέντα
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.