previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


εἰ δὲ μή, κἂν ὁπωσοῦν ἥττων τῷ κρείττονι, οἷον εἰ μουσικὸς τῷ δικαίῳ: βέλτιον γὰρ δικαιοσύνη τῆς μουσικῆς. [12]

οἷς μὲν οὖν νεμεσῶσι καὶ διὰ τί, ἐκ τούτων δῆλον: ταῦτα
γὰρ καὶ τὰ τοιαῦτά ἐστιν. αὐτοὶ δὲ νεμεσητικοί εἰσιν, ἐὰν ἄξιοι τυγχάνωσιν ὄντες τῶν μεγίστων ἀγαθῶν καὶ ταῦτα κεκτημένοι: τὸ γὰρ τῶν ὁμοίων ἠξιῶσθαι τοὺς μὴ ὁμοίους οὐ δίκαιον. [13] δεύτερον δέ, ἂν ὄντες ἀγαθοὶ καὶ σπουδαῖοι τυγχάνωσιν: κρίνουσί τε γὰρ εὖ, καὶ τὰ ἄδικα μισοῦσι. [14] καὶ ἐὰν
φιλότιμοι καὶ ὀρεγόμενοί τινων πραγμάτων, καὶ μάλιστ᾽ ἂν περὶ ταῦτα φιλότιμοι ὦσιν ὧν ἕτεροι ἀνάξιοι ὄντες τυγχάνουσιν. [15] καὶ ὅλως οἱ ἀξιοῦντες αὐτοὶ αὑτοὺς ὧν ἑτέρους μὴ ἀξιοῦσι, νεμεσητικοὶ τούτοις καὶ τούτων: διὸ καὶ οἱ ἀνδραποδώδεις καὶ φαῦλοι καὶ ἀφιλότιμοι οὐ νεμεσητικοί: οὐδὲν γὰρ ἔστιν οὗ
ἑαυτοὺς οἴονται ἀξίους εἶναι. [16]

φανερὸν δ᾽ ἐκ τούτων ἐπὶ ποίοις ἀτυχοῦσι καὶ κακοπραγοῦσιν μὴ τυγχάνουσι χαίρειν ἀλύπως ἔχειν δεῖ: ἐκ γὰρ τῶν εἰρημένων τὰ ἀντικείμενά ἐστι δῆλα, ὥστ᾽ ἐὰν τούς τε κριτὰς τοιούτους παρασκευάσῃ λόγος, καὶ τοὺς ἀξιοῦντας
ἐλεεῖσθαι, καὶ ἐφ᾽ οἷς ἐλεεῖσθαι, δείξῃ ἀναξίους ὄντας τυγχάνειν ἀξίους δὲ μὴ τυγχάνειν, ἀδύνατον ἐλεεῖν. 10.

δῆλον δὲ καὶ ἐπὶ τίσι φθονοῦσι καὶ τίσι καὶ πῶς ἔχοντες, εἴπερ ἐστὶν φθόνος λύπη τις ἐπὶ εὐπραγίᾳ φαινομένῃ τῶν εἰρημένων ἀγαθῶν περὶ τοὺς ὁμοίους, μὴ ἵνα τι αὑτῷ, ἀλλὰ
δι᾽ ἐκείνους: φθονήσουσι μὲν γὰρ οἱ τοιοῦτοι οἷς εἰσί τινες ὅμοιοι φαίνονται: [2] ὁμοίους δὲ λέγω κατὰ γένος, κατὰ συγγένειαν, καθ᾽ ἡλικίας, κατὰ ἕξεις, κατὰ δόξαν, κατὰ τὰ ὑπάρχοντα. καὶ οἷς μικρὸν ἐλλείπει τοῦ μὴ πάντα ὑπάρχεινδιὸ οἱ μεγάλα πράττοντες καὶ οἱ εὐτυχοῦντες φθονεροί εἰσιν):
πάντας γὰρ οἴονται τὰ αὑτῶν φέρειν. [3] καὶ οἱ τιμώμενοι ἐπί τινι διαφερόντως, καὶ μάλιστα ἐπὶ σοφίᾳ εὐδαιμονίᾳ. καὶ οἱ φιλότιμοι φθονερώτεροι τῶν ἀφιλοτίμων. καὶ οἱ δοξόσοφοι: φιλότιμοι γὰρ ἐπὶ σοφίᾳ. καὶ ὅλως οἱ φιλόδοξοι περί τι φθονεροὶ περὶ τοῦτο. καὶ οἱ μικρόψυχοι: πάντα γὰρ μεγάλα δοκεῖ
αὐτοῖς εἶναι. [4] ἐφ᾽ οἷς δὲ φθονοῦσι, τὰ μὲν ἀγαθὰ εἴρηται:

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (J. H. Freese, 1926)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: