previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[21] λέγω γὰρ διαλεκτικούς τε καὶ ῥητορικοὺς συλλογισμοὺς εἶναι περὶ ὧν τοὺς τόπους λέγομεν: οὗτοι δ᾽ εἰσὶν οἱ κοινοὶ περὶ δικαίων καὶ φυσικῶν καὶ περὶ πολιτικῶν καὶ περὶ πολλῶν διαφερόντων εἴδει, οἷον τοῦ μᾶλλον καὶ ἧττον τόπος: οὐδὲν γὰρ
μᾶλλον ἔσται ἐκ τούτου συλλογίσασθαι ἐνθύμημα εἰπεῖν περὶ δικαίων περὶ φυσικῶν περὶ ὁτουοῦν: καίτοι ταῦτα εἴδει διαφέρει. ἴδια δὲ ὅσα ἐκ τῶν περὶ ἕκαστον εἶδος καὶ γένος προτάσεών ἐστιν, οἷον περὶ φυσικῶν εἰσι προτάσεις ἐξ ὧν οὔτε ἐνθύμημα οὔτε συλλογισμὸς ἔστι περὶ τῶν ἠθικῶν,
καὶ περὶ τούτων ἄλλαι ἐξ ὧν οὐκ ἔσται περὶ τῶν φυσικῶν: ὁμοίως δὲ τοῦτ᾽ ἔχει ἐπὶ πάντων. κἀκεῖνα μὲν οὐ ποιήσει περὶ οὐδὲν γένος ἔμφρονα: περὶ οὐδὲν γὰρ ὑποκείμενόν ἐστιν: ταῦτα δὲ ὅσῳ τις ἂν βέλτιον ἐκλέγηται τὰς προτάσεις, λήσει ποιήσας ἄλλην ἐπιστήμην τῆς διαλεκτικῆς καὶ ῥητορικῆς:
ἂν γὰρ ἐντύχῃ ἀρχαῖς, οὐκέτι διαλεκτικὴ οὐδὲ ῥητορικὴ ἀλλ᾽ ἐκείνη ἔσται ἧς ἔχει τὰς ἀρχάς.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Notes (E. M. Cope, 1877)
load focus English (J. H. Freese, 1926)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: