previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[1285β]

αὗται μὲν οὖν εἰσί τε καὶ ἦσαν διὰ μὲν τὸ δεσποτικαὶ εἶναι τυραννικαί, διὰ δὲ τὸ αἱρεταὶ καὶ ἑκόντων βασιλικαί: τέταρτον δ᾽ εἶδος μοναρχίας βασιλικῆς αἱ κατὰ τοὺς ἡρωικοὺς [5] χρόνους ἑκούσιαί τε καὶ πάτριαι γιγνόμεναι κατὰ νόμον. διὰ γὰρ τὸ τοὺς πρώτους γενέσθαι τοῦ πλήθους εὐεργέτας κατὰ τέχνας πόλεμον, διὰ τὸ συναγαγεῖν πορίσαι χώραν, ἐγίγνοντο βασιλεῖς ἑκόντων καὶ τοῖς παραλαμβάνουσι πάτριοι. κύριοι δ᾽ ἦσαν τῆς τε κατὰ πόλεμον ἡγεμονίας [10] καὶ τῶν θυσιῶν, ὅσαι μὴ ἱερατικαί, καὶ πρὸς τούτοις τὰς δίκας ἔκρινον. τοῦτο δ᾽ ἐποίουν οἱ μὲν οὐκ ὀμνύοντες οἱ δ᾽ ὀμνύοντες: δ᾽ ὅρκος ἦν τοῦ σκήπτρου ἐπανάτασις. οἱ μὲν οὖν ἐπὶ τῶν ἀρχαίων χρόνων καὶ τὰ κατὰ πόλιν καὶ τὰ ἔνδημα καὶ τὰ ὑπερόρια συνεχῶς ἦρχον: ὕστερον [15] δὲ τὰ μὲν αὐτῶν παριέντων τῶν βασιλέων, τὰ δὲ τῶν ὄχλων παραιρουμένων, ἐν μὲν ταῖς ἄλλαις πόλεσιν αἱ θυσίαι κατελείφθησαν τοῖς βασιλεῦσι μόνον, ὅπου δ᾽ ἄξιον εἰπεῖν εἶναι βασιλείαν, ἐν τοῖς ὑπερορίοις τῶν πολεμικῶν τὴν ἡγεμονίαν μόνον εἶχον. [20]

βασιλείας μὲν οὖν εἴδη ταῦτα, τέτταρα τὸν ἀριθμόν, μία μὲν περὶ τοὺς ἡρωικοὺς χρόνουςαὕτη δ᾽ ἦν ἑκόντων μέν, ἐπὶ τισὶ δ᾽ ὡρισμένοις: στρατηγός τε γὰρ ἦν καὶ δικαστὴς βασιλεύς, καὶ τῶν πρὸς τοὺς θεοὺς κύριος), δευτέρα δ᾽ βαρβαρικήαὕτη δ᾽ ἐστὶν ἐκ γένους ἀρχὴ δεσποτικὴ [25] κατὰ νόμον), τρίτη δὲ ἣν αἰσυμνητείαν προσαγορεύουσιναὕτη δ᾽ ἐστὶν αἱρετὴ τυραννίς), τετάρτη δ᾽ Λακωνικὴ τούτωναὕτη δ᾽ ἐστὶν ὡς εἰπεῖν ἁπλῶς στρατηγία κατὰ γένος ἀίδιος). αὗται μὲν οὖν τοῦτον τὸν τρόπον διαφέρουσιν ἀλλήλων: πέμπτον δ᾽ εἶδος βασιλείας, ὅταν πάντων [30] κύριος εἷς ὤν, ὥσπερ ἕκαστον ἔθνος καὶ πόλις ἑκάστη τῶν κοινῶν, τεταγμένη κατὰ τὴν οἰκονομικήν. ὥσπερ γὰρ οἰκονομικὴ βασιλεία τις οἰκίας ἐστίν, οὕτως παμβασιλεία πόλεως καὶ ἔθνους ἑνὸς πλειόνων οἰκονομία. Σχεδὸν δὴ δύο ἐστὶν ὡς εἰπεῖν εἴδη βασιλείας περὶ ὧν σκεπτέον, αὕτη τε [35] καὶ Λακωνική: τῶν γὰρ ἄλλων αἱ πολλαὶ μεταξὺ τούτων εἰσίν: ἐλαττόνων μὲν γὰρ κύριοι τῆς παμβασιλείας, πλειόνων δ᾽ εἰσὶ τῆς Λακωνικῆς. ὥστε τὸ σκέμμα σχεδὸν περὶ δυοῖν ἐστιν, ἓν μὲν πότερον συμφέρει ταῖς πόλεσι στρατηγὸν ἀίδιον εἶναι, καὶ τοῦτον κατὰ γένος κατὰ μέρος, οὐ συμφέρει,

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1944)
hide References (5 total)
  • Commentary references to this page (3):
    • W. W. How, J. Wells, A Commentary on Herodotus, 4.161
    • W. Walter Merry, James Riddell, D. B. Monro, Commentary on the Odyssey (1886), 3.444
    • W. Walter Merry, James Riddell, D. B. Monro, Commentary on the Odyssey (1886), 8.258
  • Cross-references to this page (2):
    • A Dictionary of Greek and Roman Antiquities (1890), GEROU´SIA
    • A Dictionary of Greek and Roman Antiquities (1890), REX
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: