previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[1457α] οὔτε κωλύει οὔτε ποιεῖ φωνὴν μίαν σημαντικὴν ἐκ πλειόνων φωνῶν πεφυκυῖα συντίθεσθαι καὶ ἐπὶ τῶν ἄκρων καὶ ἐπὶ τοῦ μέσου ἣν μὴ ἁρμόττει ἐν ἀρχῇ λόγου τιθέναι καθ᾽ αὑτήν, οἷον μέν ἤτοι δέ. φωνὴ ἄσημος ἐκ πλειόνων μὲν [5] φωνῶν μιᾶς σημαντικῶν δὲ ποιεῖν πέφυκεν μίαν σημαντικὴν φωνήν.

ἄρθρον δ᾽ ἐστὶ φωνὴ ἄσημος λόγου ἀρχὴν τέλος διορισμὸν δηλοῖ. οἷον τὸ ἀμφί καὶ τὸ περί καὶ τὰ ἄλλα. φωνὴ ἄσημος οὔτε κωλύει οὔτε ποιεῖ φωνὴν μίαν σημαντικὴν ἐκ πλειόνων φωνῶν πεφυκυῖα τίθεσθαι καὶ [10] ἐπὶ τῶν ἄκρων καὶ ἐπὶ τοῦ μέσου.

ὄνομα δέ ἐστι φωνὴ συνθετὴ σημαντικὴ ἄνευ χρόνου ἧς μέρος οὐδέν ἐστι καθ᾽ αὑτὸ σημαντικόν: ἐν γὰρ τοῖς διπλοῖς οὐ χρώμεθα ὡς καὶ αὐτὸ καθ᾽ αὑτὸ σημαῖνον, οἷον ἐν τῷ Θεόδωρος τὸ δωρος οὐ σημαίνει.

ῥῆμα δὲ φωνὴ συνθετὴ σημαντικὴ μετὰ [15] χρόνου ἧς οὐδὲν μέρος σημαίνει καθ᾽ αὑτό, ὥσπερ καὶ ἐπὶ τῶν ὀνομάτων: τὸ μὲν γὰρ ἄνθρωπος λευκόν οὐ σημαίνει τὸ πότε, τὸ δὲ βαδίζει βεβάδικεν προσσημαίνει τὸ μὲν τὸν παρόντα χρόνον τὸ δὲ τὸν παρεληλυθότα.

πτῶσις δ᾽ ἐστὶν ὀνόματος ῥήματος μὲν κατὰ τὸ τούτου τούτῳ [20] σημαῖνον καὶ ὅσα τοιαῦτα, δὲ κατὰ τὸ ἑνὶ πολλοῖς, οἷον ἄνθρωποι ἄνθρωπος, δὲ κατὰ τὰ ὑποκριτικά, οἷον κατ᾽ ἐρώτησιν ἐπίταξιν: τὸ γὰρ ἐβάδισεν; βάδιζε πτῶσις ῥήματος κατὰ ταῦτα τὰ εἴδη ἐστίν.

λόγος δὲ φωνὴ συνθετὴ σημαντικὴ ἧς ἔνια μέρη καθ᾽ αὑτὰ σημαίνει τιοὐ γὰρ [25] ἅπας λόγος ἐκ ῥημάτων καὶ ὀνομάτων σύγκειται, οἷον τοῦ ἀνθρώπου ὁρισμός, ἀλλ᾽ ἐνδέχεται ἄνευ ῥημάτων εἶναι λόγον, μέρος μέντοι ἀεί τι σημαῖνον ἕξειοἷον ἐν τῷ βαδίζει Κλέων Κλέων. εἷς δέ ἐστι λόγος διχῶς, γὰρ ἓν σημαίνων, ἐκ πλειόνων συνδέσμῳ, οἷον Ἰλιὰς μὲν [30] συνδέσμῳ εἷς, δὲ τοῦ ἀνθρώπου τῷ ἓν σημαίνειν.

ὀνόματος δὲ εἴδη τὸ μὲν ἁπλοῦν, ἁπλοῦν δὲ λέγω μὴ ἐκ σημαινόντων σύγκειται, οἷον γῆ, τὸ δὲ διπλοῦν: τούτου δὲ τὸ μὲν ἐκ σημαίνοντος καὶ ἀσήμου, πλὴν οὐκ ἐν τῷ [33α] ὀνόματι σημαίνοντος καὶ ἀσήμου, τὸ δὲ ἐκ σημαινόντων σύγκειται. εἴη δ᾽ ἂν καὶ τριπλοῦν καὶ τετραπλοῦν ὄνομα καὶ [35] πολλαπλοῦν, οἷον τὰ πολλὰ τῶν Μασσαλιωτῶν, Ἑρμοκαϊκόξανθος . . .

load focus English (1932)
hide References (19 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: