previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[1034β] [1] καὶ ἀφ᾽ οὗ τὸ σπέρμα, ἐστί πως ὁμώνυμονοὐ γὰρ πάντα οὕτω δεῖ ζητεῖν ὡς ἐξ ἀνθρώπου ἄνθρωπος: καὶ γὰρ γυνὴ ἐξ ἀνδρόςἐὰν μὴ πήρωμα : διὸ ἡμίονος οὐκ ἐξ ἡμιόνου): ὅσα δὲ ἀπὸ ταὐτομάτου ὥσπερ ἐκεῖ γίγνεται, [5] ὅσων ὕλη δύναται καὶ ὑφ᾽ αὑτῆς κινεῖσθαι ταύτην τὴν κίνησιν ἣν τὸ σπέρμα κινεῖ: ὅσων δὲ μή, ταῦτα ἀδύνατα γίγνεσθαι ἄλλως πως ἐξ αὐτῶν.

οὐ μόνον δὲ περὶ τῆς οὐσίας λόγος δηλοῖ τὸ μὴ γίγνεσθαι τὸ εἶδος, ἀλλὰ περὶ πάντων ὁμοίως τῶν πρώτων κοινὸς λόγος, οἷον ποσοῦ [10] ποιοῦ καὶ τῶν ἄλλων κατηγοριῶν. γίγνεται γὰρ ὥσπερ χαλκῆ σφαῖρα ἀλλ᾽ οὐ σφαῖρα οὐδὲ χαλκός, καὶ ἐπὶ χαλκοῦ, εἰ γίγνεταιἀεὶ γὰρ δεῖ προϋπάρχειν τὴν ὕλην καὶ τὸ εἶδος), οὕτως καὶ ἐπὶ τοῦ τί ἐστι καὶ ἐπὶ τοῦ ποιοῦ καὶ ποσοῦ καὶ τῶν ἄλλων ὁμοίως κατηγοριῶν: οὐ γὰρ γίγνεται [15] τὸ ποιὸν ἀλλὰ τὸ ποιὸν ξύλον, οὐδὲ τὸ ποσὸν ἀλλὰ τὸ ποσὸν ξύλον ζῷον. ἀλλ᾽ ἴδιον τῆς οὐσίας ἐκ τούτων λαβεῖν ἔστιν ὅτι ἀναγκαῖον προϋπάρχειν ἑτέραν οὐσίαν ἐντελεχείᾳ οὖσαν ποιεῖ, οἷον ζῷον εἰ γίγνεται ζῷον: ποιὸν δ᾽ ποσὸν οὐκ ἀνάγκη ἀλλ᾽ δυνάμει μόνον. [20]

ἐπεὶ δὲ ὁρισμὸς λόγος ἐστί, πᾶς δὲ λόγος μέρη ἔχει, ὡς δὲ λόγος πρὸς τὸ πρᾶγμα, καὶ τὸ μέρος τοῦ λόγου πρὸς τὸ μέρος τοῦ πράγματος ὁμοίως ἔχει, ἀπορεῖται ἤδη πότερον δεῖ τὸν τῶν μερῶν λόγον ἐνυπάρχειν ἐν τῷ τοῦ ὅλου λόγῳ οὔ. ἐπ᾽ ἐνίων μὲν γὰρ φαίνονται ἐνόντες ἐνίων δ᾽ οὔ. τοῦ μὲν [25] γὰρ κύκλου λόγος οὐκ ἔχει τὸν τῶν τμημάτων, δὲ τῆς συλλαβῆς ἔχει τὸν τῶν στοιχείων: καίτοι διαιρεῖται καὶ κύκλος εἰς τὰ τμήματα ὥσπερ καὶ συλλαβὴ εἰς τὰ στοιχεῖα. ἔτι δὲ εἰ πρότερα τὰ μέρη τοῦ ὅλου, τῆς δὲ ὀρθῆς ὀξεῖα μέρος καὶ δάκτυλος τοῦ ζῴου, πρότερον ἂν εἴη ὀξεῖα [30] τῆς ὀρθῆς καὶ δάκτυλος τοῦ ἀνθρώπου. δοκεῖ δ᾽ ἐκεῖνα εἶναι πρότερα: τῷ λόγῳ γὰρ λέγονται ἐξ ἐκείνων, καὶ τῷ εἶναι δὲ ἄνευ ἀλλήλων πρότερα.

πολλαχῶς λέγεται τὸ μέρος, ὧν εἷς μὲν τρόπος τὸ μετροῦν κατὰ τὸ ποσόνἀλλὰ τοῦτο μὲν ἀφείσθω: ἐξ ὧν δὲ οὐσία ὡς μερῶν, τοῦτο σκεπτέον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1933)
hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: