previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[1012β] [1] ὥστ᾽ εἴπερ ἀδύνατα ἐκεῖνα, καὶ ταῦτα ἀδύνατον εἶναι. ἔτι δὲ φανερῶς ἀντιφάσεις εἰσὶν ἃς οὐχ οἷόν τε ἅμα ἀληθεῖς εἶναιοὐδὲ δὴ ψευδεῖς πάσας: καίτοι δόξειέ γ᾽ ἂν μᾶλλον ἐνδέχεσθαι ἐκ τῶν εἰρημένων. [5] ἀλλὰ πρὸς πάντας τοὺς τοιούτους λόγους αἰτεῖσθαι δεῖ, καθάπερ ἐλέχθη καὶ ἐν τοῖς ἐπάνω λόγοις, οὐχὶ εἶναί τι μὴ εἶναι ἀλλὰ σημαίνειν τι, ὥστε ἐξ ὁρισμοῦ διαλεκτέον λαβόντας τί σημαίνει τὸ ψεῦδος τὸ ἀληθές. εἰ δὲ μηθὲν ἄλλο τὸ ἀληθὲς φάναι ἀποφάναι ψεῦδός ἐστιν, ἀδύνατον [10] πάντα ψευδῆ εἶναι: ἀνάγκη γὰρ τῆς ἀντιφάσεως θάτερον εἶναι μόριον ἀληθές. ἔτι εἰ πᾶν φάναι ἀποφάναι ἀναγκαῖον, ἀδύνατον ἀμφότερα ψευδῆ εἶναι: θάτερον γὰρ μόριον τῆς ἀντιφάσεως ψεῦδός ἐστιν. συμβαίνει δὴ καὶ τὸ θρυλούμενον πᾶσι τοῖς τοιούτοις λόγοις, αὐτοὺς [15] ἑαυτοὺς ἀναιρεῖν. μὲν γὰρ πάντα ἀληθῆ λέγων καὶ τὸν ἐναντίον αὑτοῦ λόγον ἀληθῆ ποιεῖ, ὥστε τὸν ἑαυτοῦ οὐκ ἀληθῆ γὰρ ἐναντίος οὔ φησιν αὐτὸν ἀληθῆ), δὲ πάντα ψευδῆ καὶ αὐτὸς αὑτόν. ἐὰν δ᾽ ἐξαιρῶνται μὲν τὸν ἐναντίον ὡς οὐκ ἀληθὴς μόνος ἐστίν, δὲ τὸν αὑτοῦ ὡς οὐ ψευδής, [20] οὐδὲν ἧττον ἀπείρους συμβαίνει αὐτοῖς αἰτεῖσθαι λόγους ἀληθεῖς καὶ ψευδεῖς: γὰρ λέγων τὸν ἀληθῆ λόγον ἀληθῆ ἀληθής, τοῦτο δ᾽ εἰς ἄπειρον βαδιεῖται.

φανερὸν δ᾽ ὅτι οὐδ᾽ οἱ πάντα ἠρεμεῖν λέγοντες ἀληθῆ λέγουσιν οὐδ᾽ οἱ πάντα κινεῖσθαι. εἰ μὲν γὰρ ἠρεμεῖ πάντα, ἀεὶ ταὐτὰ ἀληθῆ καὶ [25] ψευδῆ ἔσται, φαίνεται δὲ τοῦτο μεταβάλλον γὰρ λέγων ποτὲ αὐτὸς οὐκ ἦν καὶ πάλιν οὐκ ἔσται): εἰ δὲ πάντα κινεῖται, οὐθὲν ἔσται ἀληθές: πάντα ἄρα ψευδῆ: ἀλλὰ δέδεικται ὅτι ἀδύνατον. ἔτι ἀνάγκη τὸ ὂν μεταβάλλειν: ἔκ τινος γὰρ εἴς τι μεταβολή. ἀλλὰ μὴν οὐδὲ πάντα ἠρεμεῖ [30] κινεῖται ποτέ, ἀεὶ δ᾽ οὐθέν: ἔστι γάρ τι ἀεὶ κινεῖ τὰ κινούμενα, καὶ τὸ πρῶτον κινοῦν ἀκίνητον αὐτό.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1933)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: