previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[1011α] [1] τὸ γὰρ κινοῦν τοῦ κινουμένου φύσει πρότερόν ἐστι, κἂν εἰ λέγεται πρὸς ἄλληλα ταῦτα, οὐθὲν ἧττον.

εἰσὶ δέ τινες οἳ ἀποροῦσι καὶ τῶν ταῦτα πεπεισμένων καὶ τῶν τοὺς λόγους τούτους μόνον λεγόντων: ζητοῦσι γὰρ [5] τίς κρινῶν τὸν ὑγιαίνοντα καὶ ὅλως τὸν περὶ ἕκαστα κρινοῦντα ὀρθῶς. τὰ δὲ τοιαῦτα ἀπορήματα ὅμοιά ἐστι τῷ ἀπορεῖν πότερον καθεύδομεν νῦν ἐγρηγόραμεν, δύνανται δ᾽ αἱ ἀπορίαι αἱ τοιαῦται πᾶσαι τὸ αὐτό: πάντων γὰρ λόγον ἀξιοῦσιν εἶναι οὗτοι: ἀρχὴν γὰρ ζητοῦσι, καὶ ταύτην [10] δι᾽ ἀποδείξεως λαμβάνειν, ἐπεὶ ὅτι γε πεπεισμένοι οὐκ εἰσί, φανεροί εἰσιν ἐν ταῖς πράξεσιν. ἀλλ᾽ ὅπερ εἴπομεν, τοῦτο αὐτῶν τὸ πάθος ἐστίν: λόγον γὰρ ζητοῦσιν ὧν οὐκ ἔστι λόγος: ἀποδείξεως γὰρ ἀρχὴ οὐκ ἀπόδειξίς ἐστιν. οὗτοι μὲν οὖν ῥᾳδίως ἂν τοῦτο πεισθεῖενἔστι γὰρ οὐ χαλεπὸν λαβεῖν): [15] οἱ δ᾽ ἐν τῷ λόγῳ τὴν βίαν μόνον ζητοῦντες ἀδύνατον ζητοῦσιν: ἐναντία γὰρ εἰπεῖν ἀξιοῦσιν, εὐθὺς ἐναντία λέγοντες. εἰ δὲ μὴ ἔστι πάντα πρός τι, ἀλλ᾽ ἔνιά ἐστι καὶ αὐτὰ καθ᾽ αὑτά, οὐκ ἂν εἴη πᾶν τὸ φαινόμενον ἀληθές: τὸ γὰρ φαινόμενον τινί ἐστι φαινόμενον: ὥστε λέγων ἅπαντα τὰ [20] φαινόμενα εἶναι ἀληθῆ ἅπαντα ποιεῖ τὰ ὄντα πρός τι. διὸ καὶ φυλακτέον τοῖς τὴν βίαν ἐν τῷ λόγῳ ζητοῦσιν, ἅμα δὲ καὶ ὑπέχειν λόγον ἀξιοῦσιν, ὅτι οὐ τὸ φαινόμενον ἔστιν ἀλλὰ τὸ φαινόμενον φαίνεται καὶ ὅτε φαίνεται καὶ καὶ ὥς. ἂν δ᾽ ὑπέχωσι μὲν λόγον, μὴ οὕτω δ᾽ [25] ὑπέχωσι, συμβήσεται αὑτοῖς τἀναντία ταχὺ λέγειν. ἐνδέχεται γὰρ τὸ αὐτὸ κατὰ μὲν τὴν ὄψιν μέλι φαίνεσθαι τῇ δὲ γεύσει μή, καὶ τῶν ὀφθαλμῶν δυοῖν ὄντοιν μὴ ταὐτὰ ἑκατέρᾳ τῇ ὄψει, ἂν ὦσιν ἀνόμοιαι: ἐπεὶ πρός γε τοὺς διὰ τὰς πάλαι εἰρημένας αἰτίας τὸ φαινόμενον φάσκοντας [30] ἀληθὲς εἶναι, καὶ διὰ τοῦτο πάνθ᾽ ὁμοίως εἶναι ψευδῆ καὶ ἀληθῆ: οὔτε γὰρ ἅπασι ταὐτὰ φαίνεσθαι οὔτε ταὐτῷ ἀεὶ ταὐτά, ἀλλὰ πολλάκις τἀναντία κατὰ τὸν αὐτὸν χρόνον μὲν γὰρ ἁφὴ δύο λέγει ἐν τῇ ἐπαλλάξει τῶν δακτύλων δ᾽ ὄψις ἕν):

ἀλλ᾽ οὔ τι τῇ αὐτῇ γε καὶ [35] κατὰ τὸ αὐτὸ αἰσθήσει καὶ ὡσαύτως καὶ ἐν τῷ αὐτῷ χρόνῳ, ὥστε τοῦτ᾽ ἂν εἴη ἀληθές.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1933)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: