previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[1010β] [1]περὶ δὲ τῆς ἀληθείας, ὡς οὐ πᾶν τὸ φαινόμενον ἀληθές, πρῶτον μὲν ὅτι οὐδ᾽ εἰ αἴσθησις μὴ ψευδὴς τοῦ γε ἰδίου ἐστίν, ἀλλ᾽ φαντασία οὐ ταὐτὸν τῇ αἰσθήσει. εἶτ᾽ ἄξιον θαυμάσαι εἰ τοῦτ᾽ ἀποροῦσι, πότερον τηλικαῦτά ἐστι [5] τὰ μεγέθη καὶ τὰ χρώματα τοιαῦτα οἷα τοῖς ἄπωθεν φαίνεται οἷα τοῖς ἐγγύθεν, καὶ πότερον οἷα τοῖς ὑγιαίνουσιν οἷα τοῖς κάμνουσιν, καὶ βαρύτερα πότερον τοῖς ἀσθενοῦσιν τοῖς ἰσχύουσιν, καὶ ἀληθῆ πότερον τοῖς καθεύδουσιν τοῖς ἐγρηγορόσιν. ὅτι μὲν γὰρ οὐκ οἴονταί [10] γε, φανερόν: οὐθεὶς γοῦν, ἐὰν ὑπολάβῃ νύκτωρ Ἀθήνῃσιν εἶναι ὢν ἐν Λιβύῃ, πορεύεται εἰς τὸ ᾠδεῖον. ἔτι δὲ περὶ τοῦ μέλλοντος, ὥσπερ καὶ Πλάτων λέγει, οὐ δήπου ὁμοίως κυρία τοῦ ἰατροῦ δόξα καὶ τοῦ ἀγνοοῦντος, οἷον περὶ τοῦ μέλλοντος ἔσεσθαι ὑγιοῦς μὴ μέλλοντος. ἔτι δὲ ἐπ᾽ αὐτῶν [15] τῶν αἰσθήσεων οὐχ ὁμοίως κυρία τοῦ ἀλλοτρίου καὶ ἰδίου τοῦ πλησίον καὶ τοῦ αὑτῆς, ἀλλὰ περὶ μὲν χρώματος ὄψις, οὐ γεῦσις, περὶ δὲ χυμοῦ γεῦσις, οὐκ ὄψις: ὧν ἑκάστη ἐν τῷ αὐτῷ χρόνῳ περὶ τὸ αὐτὸ οὐδέποτε φησιν ἅμα οὕτω καὶ οὐχ οὕτως ἔχειν. ἀλλ᾽ οὐδὲ ἐν ἑτέρῳ [20] χρόνῳ περί γε τὸ πάθος ἠμφισβήτησεν, ἀλλὰ περὶ τὸ συμβέβηκε τὸ πάθος. λέγω δ᾽ οἷον μὲν αὐτὸς οἶνος δόξειεν ἂν μεταβαλὼν τοῦ σώματος μεταβαλόντος ὁτὲ μὲν εἶναι γλυκὺς ὁτὲ δὲ οὐ γλυκύς: ἀλλ᾽ οὐ τό γε γλυκύ, οἷόν ἐστιν ὅταν , οὐδεπώποτε μετέβαλεν, ἀλλ᾽ ἀεὶ ἀληθεύει [25] περὶ αὐτοῦ, καὶ ἔστιν ἐξ ἀνάγκης τὸ ἐσόμενον γλυκὺ τοιοῦτον. καίτοι τοῦτο ἀναιροῦσιν οὗτοι οἱ λόγοι ἅπαντες, ὥσπερ καὶ οὐσίαν μὴ εἶναι μηθενός, οὕτω μηδ᾽ ἐξ ἀνάγκης μηθέν: τὸ γὰρ ἀναγκαῖον οὐκ ἐνδέχεται ἄλλως καὶ ἄλλως ἔχειν, ὥστ᾽ εἴ τι ἔστιν ἐξ ἀνάγκης, οὐχ ἕξει οὕτω τε καὶ [30] οὐχ οὕτως.

ὅλως τ᾽ εἴπερ ἔστι τὸ αἰσθητὸν μόνον, οὐθὲν ἂν εἴη μὴ ὄντων τῶν ἐμψύχων: αἴσθησις γὰρ οὐκ ἂν εἴη. τὸ μὲν οὖν μήτε τὰ αἰσθητὰ εἶναι μήτε τὰ αἰσθήματα ἴσως ἀληθέςτοῦ γὰρ αἰσθανομένου πάθος τοῦτό ἐστι), τὸ δὲ τὰ ὑποκείμενα μὴ εἶναι, ποιεῖ τὴν αἴσθησιν, καὶ ἄνευ αἰσθήσεως, [35] ἀδύνατον. οὐ γὰρ δὴ γ᾽ αἴσθησις αὐτὴ ἑαυτῆς ἐστίν, ἀλλ᾽ ἔστι τι καὶ ἕτερον παρὰ τὴν αἴσθησιν, ἀνάγκη πρότερον εἶναι τῆς αἰσθήσεως:

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1933)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: