previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[1062α] [1] καὶ τἆλλα τὰ τοῦτον αὑτοῖς ἀντικείμενα τὸν τρόπον. καὶ περὶ τῶν τοιούτων ἁπλῶς μὲν οὐκ ἔστιν ἀπόδειξις, πρὸς τόνδε δὲ ἔστιν: οὐ γὰρ ἔστιν ἐκ πιστοτέρας ἀρχῆς αὐτοῦ τούτου ποιήσασθαι συλλογισμόν, δεῖ δέ γ᾽ [5] εἴπερ ἔσται τὸ ἁπλῶς ἀποδεδεῖχθαι. πρὸς δὲ τὸν λέγοντα τὰς ἀντικειμένας φάσεις τῷ δεικνύντι διότι ψεῦδος ληπτέον τι τοιοῦτον ταὐτὸ μὲν ἔσται τῷ μὴ ἐνδέχεσθαι ταὐτὸ εἶναι καὶ μὴ εἶναι καθ᾽ ἕνα καὶ τὸν αὐτὸν χρόνον, μὴ δόξει δ᾽ εἶναι ταὐτόν: οὕτω γὰρ μόνως ἂν ἀποδειχθείη πρὸς τὸν [10] φάσκοντα ἐνδέχεσθαι τὰς ἀντικειμένας φάσεις ἀληθεύεσθαι κατὰ τοῦ αὐτοῦ. τοὺς δὴ μέλλοντας ἀλλήλοις λόγου κοινωνήσειν δεῖ τι συνιέναι αὑτῶν: μὴ γιγνομένου γὰρ τούτου πῶς ἔσται κοινωνία τούτοις πρὸς ἀλλήλους λόγου; δεῖ τοίνυν τῶν ὀνομάτων ἕκαστον εἶναι γνώριμον καὶ δηλοῦν τι, καὶ μὴ [15] πολλά, μόνον δὲ ἕν: ἂν δὲ πλείονα σημαίνῃ, φανερὸν ποιεῖν ἐφ᾽ φέρει τοὔνομα τούτων. δὴ λέγων εἶναι τοῦτο καὶ μὴ εἶναι, τοῦτο φησιν οὔ φησιν, ὥσθ᾽ σημαίνει τοὔνομα τοῦτ᾽ οὔ φησι σημαίνειν: τοῦτο δ᾽ ἀδύνατον. ὥστ᾽ εἴπερ σημαίνει τι τὸ εἶναι τόδε, τὴν ἀντίφασιν ἀδύνατον ἀληθεύειν. ἔτι δ᾽ εἴ [20] τι σημαίνει τοὔνομα καὶ τοῦτ᾽ ἀληθεύεται, δεῖ τοῦτ᾽ ἐξ ἀνάγκης εἶναι: τὸ δ᾽ ἐξ ἀνάγκης ὂν οὐκ ἐνδέχεταί ποτε μὴ εἶναι: τὰς ἀντικειμένας ἄρα οὐκ ἐνδέχεται φάσεις καὶ ἀποφάσεις ἀληθεύειν κατὰ τοῦ αὐτοῦ. ἔτι δ᾽ εἰ μηθὲν μᾶλλον φάσις ἀπόφασις ἀληθεύεται, λέγων ἄνθρωπον [25] οὐκ ἄνθρωπον οὐθὲν μᾶλλον ἀληθεύσει: δόξειε δὲ κἂν οὐχ ἵππον εἶναι φάσκων τὸν ἄνθρωπον μᾶλλον οὐχ ἧττον ἀληθεύειν οὐκ ἄνθρωπον, ὥστε καὶ ἵππον φάσκων εἶναι τὸν αὐτὸν ἀληθεύσειτὰς γὰρ ἀντικειμένας ὁμοίως ἦν ἀληθεύειν): συμβαίνει τοίνυν τὸν αὐτὸν ἄνθρωπον εἶναι καὶ ἵππον [30] τῶν ἄλλων τι ζῴων.

ἀπόδειξις μὲν οὖν οὐδεμία τούτων ἐστὶν ἁπλῶς, πρὸς μέντοι τὸν ταῦτα τιθέμενον ἀπόδειξις. ταχέως δ᾽ ἄν τις καὶ αὐτὸν τὸν Ἡράκλειτον τοῦτον ἐρωτῶν τὸν τρόπον ἠνάγκασεν ὁμολογεῖν μηδέποτε τὰς ἀντικειμένας φάσεις δυνατὸν εἶναι κατὰ τῶν αὐτῶν ἀληθεύεσθαι: νῦν δ᾽ [35] οὐ συνιεὶς ἑαυτοῦ τί ποτε λέγει, ταύτην ἔλαβε τὴν δόξαν. ὅλως δ᾽ εἰ τὸ λεγόμενον ὑπ᾽ αὐτοῦ ἐστὶν ἀληθές, οὐδ᾽ ἂν αὐτὸ τοῦτο εἴη ἀληθές,

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1933)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: