previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[992β] [1] ἔτι δὲ τὴν ὑποκειμένην οὐσίαν ὡς ὕλην μαθηματικωτέραν ἄν τις ὑπολάβοι, καὶ μᾶλλον κατηγορεῖσθαι καὶ διαφορὰν εἶναι τῆς οὐσίας καὶ τῆς ὕλης ὕλην, οἷον τὸ μέγα καὶ τὸ μικρόν, ὥσπερ καὶ οἱ φυσιολόγοι [5] φασὶ τὸ μανὸν καὶ τὸ πυκνόν, πρώτας τοῦ ὑποκειμένου φάσκοντες εἶναι διαφορὰς ταύτας: ταῦτα γάρ ἐστιν ὑπεροχή τις καὶ ἔλλειψις. περί τε κινήσεως, εἰ μὲν ἔσται ταῦτα κίνησις, δῆλον ὅτι κινήσεται τὰ εἴδη: εἰ δὲ μή, πόθεν ἦλθεν; ὅλη γὰρ περὶ φύσεως ἀνῄρηται σκέψις. τε δοκεῖ ῥᾴδιον [10] εἶναι, τὸ δεῖξαι ὅτι ἓν ἅπαντα, οὐ γίγνεται: τῇ γὰρ ἐκθέσει οὐ γίγνεται πάντα ἓν ἀλλ᾽ αὐτό τι ἕν, ἂν διδῷ τις πάντα: καὶ οὐδὲ τοῦτο, εἰ μὴ γένος δώσει τὸ καθόλου εἶναι: τοῦτο δ᾽ ἐν ἐνίοις ἀδύνατον. οὐθένα δ᾽ ἔχει λόγον οὐδὲ τὰ μετὰ τοὺς ἀριθμοὺς μήκη τε καὶ ἐπίπεδα καὶ στερεά, οὔτε ὅπως ἔστιν [15] ἔσται οὔτε τίνα ἔχει δύναμιν: ταῦτα γὰρ οὔτε εἴδη οἷόν τε εἶναιοὐ γάρ εἰσιν ἀριθμοίοὔτε τὰ μεταξύμαθηματικὰ γὰρ ἐκεῖναοὔτε τὰ φθαρτά, ἀλλὰ πάλιν τέταρτον ἄλλο φαίνεται τοῦτό τι γένος. ὅλως τε τὸ τῶν ὄντων ζητεῖν στοιχεῖα μὴ διελόντας, πολλαχῶς λεγομένων, ἀδύνατον εὑρεῖν, ἄλλως [20] τε καὶ τοῦτον τὸν τρόπον ζητοῦντας ἐξ οἵων ἐστὶ στοιχείων. ἐκ τίνων γὰρ τὸ ποιεῖν πάσχειν τὸ εὐθύ, οὐκ ἔστι δήπου λαβεῖν, ἀλλ᾽ εἴπερ, τῶν οὐσιῶν μόνον ἐνδέχεται: ὥστε τὸ τῶν ὄντων ἁπάντων τὰ στοιχεῖα ζητεῖν οἴεσθαι ἔχειν οὐκ ἀληθές. πῶς δ᾽ ἄν τις καὶ μάθοι τὰ τῶν πάντων στοιχεῖα; [25] δῆλον γὰρ ὡς οὐθὲν οἷόν τε προϋπάρχειν γνωρίζοντα πρότερον. ὥσπερ γὰρ τῷ γεωμετρεῖν μανθάνοντι ἄλλα μὲν ἐνδέχεται προειδέναι, ὧν δὲ ἐπιστήμη καὶ περὶ ὧν μέλλει μανθάνειν οὐθὲν προγιγνώσκει, οὕτω δὴ καὶ ἐπὶ τῶν ἄλλων, ὥστ᾽ εἴ τις τῶν πάντων ἔστιν ἐπιστήμη, οἵαν δή τινές φασιν, [30] οὐθὲν ἂν προϋπάρχοι γνωρίζων οὗτος. καίτοι πᾶσα μάθησις διὰ προγιγνωσκομένων πάντων τινῶν ἐστί, καὶ δι᾽ ἀποδείξεως καὶ δι᾽ ὁρισμῶνδεῖ γὰρ ἐξ ὧν ὁρισμὸς προειδέναι καὶ εἶναι γνώριμα): ὁμοίως δὲ καὶ δι᾽ ἐπαγωγῆς. ἀλλὰ μὴν εἰ καὶ τυγχάνοι σύμφυτος οὖσα,

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1933)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: