previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

οὐδείς τ᾽ ἂν ἕλοιτο ζῆν παιδίου διάνοιαν ἔχων διὰ βίου, ἡδόμενος ἐφ᾽ οἷς τὰ παιδία ὡς οἷόν τε μάλιστα, οὐδὲ χαίρειν ποιῶν τι τῶν αἰσχίστων, μηδέποτε μέλλων λυπηθῆναι. περὶ πολλά τε σπουδὴν ποιησαίμεθ᾽ ἂν καὶ εἰ μηδεμίαν ἐπιφέροι ἡδονήν, οἷον ὁρᾶν, μνημονεύειν, εἰδέναι, τὰς ἀρετὰς ἔχειν. εἰ δ᾽ ἐξ ἀνάγκης ἕπονται τούτοις ἡδοναί, οὐδὲν διαφέρει: ἑλοίμεθα γὰρ ἂν ταῦτα καὶ εἰ μὴ γίνοιτ᾽ ἀπ᾽ αὐτῶν ἡδονή. ὅτι μὲν οὖν οὔτε τἀγαθὸν ἡδονὴ οὔτε πᾶσα αἱρετή, δῆλον ἔοικεν εἶναι, καὶ ὅτι εἰσί τινες αἱρεταὶ καθ᾽ αὑτὰς διαφέρουσαι τῷ εἴδει ἀφ᾽ ὧν. τὰ μὲν οὖν λεγόμενα περὶ τῆς ἡδονῆς καὶ λύπης ἱκανῶς εἰρήσθω.

τί δ᾽ ἐστὶν ποῖόν τι, καταφανέστερον γένοιτ᾽ ἂν ἀπ᾽ ἀρχῆς ἀναλαβοῦσιν. δοκεῖ γὰρ μὲν ὅρασις καθ᾽ ὁντινοῦν χρόνον τελεία εἶναι: οὐ γάρ ἐστιν ἐνδεὴς οὐδενὸς εἰς ὕστερον γινόμενον τελειώσει αὐτῆς τὸ εἶδος: τοιούτῳ δ᾽ ἔοικε καὶ ἡδονή. ὅλον γάρ τι ἐστί, καὶ κατ᾽ οὐδένα χρόνον λάβοι τις ἂν ἡδονὴν ἧς ἐπὶ πλείω χρόνον γινομένης τελειωθήσεται τὸ εἶδος. διόπερ οὐδὲ κίνησίς ἐστιν. ἐν χρόνῳ γὰρ πᾶσα κίνησις καὶ τέλους τινός, οἷον οἰκοδομική, καὶ τελεία ὅταν ποιήσῃ οὗ ἐφίεται. ἐν ἅπαντι δὴ τῷ χρόνῳ τούτῳ. ἐν δὲ τοῖς μέρεσι καὶ τῷ χρόνῳ πᾶσαι ἀτελεῖς, καὶ ἕτεραι τῷ εἴδει τῆς ὅλης καὶ ἀλλήλων. γὰρ τῶν λίθων σύνθεσις ἑτέρα τῆς τοῦ κίονος ῥαβδώσεως, καὶ αὗται τῆς τοῦ ναοῦ ποιήσεως: καὶ μὲν τοῦ ναοῦ τελείαοὐδενὸς γὰρ ἐνδεὴς πρὸς τὸ προκείμενον), δὲ τῆς κρηπῖδος καὶ τοῦ τριγλύφου ἀτελής: μέρους γὰρ ἑκατέρα. τῷ εἴδει οὖν διαφέρουσι, καὶ οὐκ ἔστιν ἐν ὁτῳοῦν χρόνῳ λαβεῖν κίνησιν τελείαν τῷ εἴδει, ἀλλ᾽ εἴπερ, ἐν τῷ ἅπαντι. ὁμοίως δὲ καὶ ἐπὶ βαδίσεως καὶ τῶν λοιπῶν. εἰ γάρ ἐστιν φορὰ κίνησις πόθεν ποῖ, καὶ ταύτης διαφοραὶ κατ᾽ εἴδη, πτῆσις βάδισις ἅλσις καὶ τὰ τοιαῦτα. οὐ μόνον δ᾽ οὕτως, ἀλλὰ καὶ ἐν αὐτῇ τῇ βαδίσει: τὸ γὰρ πόθεν ποῖ οὐ τὸ αὐτὸ ἐν τῷ σταδίῳ καὶ ἐν τῷ μέρει, καὶ ἐν ἑτέρῳ μέρει καὶ ἐν ἑτέρῳ, οὐδὲ τὸ διεξιέναι τὴν γραμμὴν τήνδε κἀκείνην:

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (H. Rackham)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: