previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

τὰ φιλικὰ δὲ τὰ πρὸς τοὺς πέλας, καὶ οἷς αἱ φιλίαι ὁρίζονται, ἔοικεν ἐκ τῶν πρὸς ἑαυτὸν ἐληλυθέναι. τιθέασι γὰρ φίλον τὸν βουλόμενον καὶ πράττοντα τἀγαθὰ τὰ φαινόμενα ἐκείνου ἕνεκα, τὸν βουλόμενον εἶναι καὶ ζῆν τὸν φίλον αὐτοῦ χάριν: ὅπερ αἱ μητέρες πρὸς τὰ τέκνα πεπόνθασι, καὶ τῶν φίλων οἱ προσκεκρουκότες. οἳ δὲ τὸν συνδιάγοντα καὶ ταὐτὰ αἱρούμενον, τὸν συναλγοῦντα καὶ συγχαίροντα τῷ φίλῳ: μάλιστα δὲ καὶ τοῦτο περὶ τὰς μητέρας συμβαίνει. τούτων δέ τινι καὶ τὴν φιλίαν ὁρίζονται. πρὸς ἑαυτὸν δὲ τούτων ἕκαστον τῷ ἐπιεικεῖ ὑπάρχειτοῖς δὲ λοιποῖς, τοιοῦτοι ὑπολαμβάνουσιν εἶναι: ἔοικε δέ, καθάπερ εἴρηται, μέτρον ἑκάστων ἀρετὴ καὶ σπουδαῖος εἶναι): οὗτος γὰρ ὁμογνωμονεῖ ἑαυτῷ, καὶ τῶν αὐτῶν ὀρέγεται κατὰ πᾶσαν τὴν ψυχήν: καὶ βούλεται δὴ ἑαυτῷ τἀγαθὰ καὶ τὰ φαινόμενα καὶ πράττειτοῦ γὰρ ἀγαθοῦ τἀγαθὸν διαπονεῖνκαὶ ἑαυτοῦ ἕνεκατοῦ γὰρ διανοητικοῦ χάριν, ὅπερ ἕκαστος εἶναι δοκεῖ): καὶ ζῆν δὲ βούλεται ἑαυτὸν καὶ σῴζεσθαι, καὶ μάλιστα τοῦτο φρονεῖ. ἀγαθὸν γὰρ τῷ σπουδαίῳ τὸ εἶναι, ἕκαστος δ᾽ ἑαυτῷ βούλεται τἀγαθά, γενόμενος δ᾽ ἄλλος αἱρεῖται οὐδεὶς πάντ᾽ ἔχειν ἐκεῖνο τὸ γενόμενονἔχει γὰρ καὶ νῦν θεὸς τἀγαθόνἀλλ᾽ ὢν τι ποτ᾽ ἐστίν: δόξειε δ᾽ ἂν τὸ νοοῦν ἕκαστος εἶναι μάλιστα. συνδιάγειν τε τοιοῦτος ἑαυτῷ βούλεται: ἡδέως γὰρ αὐτὸ ποιεῖ: τῶν τε γὰρ πεπραγμένων ἐπιτερπεῖς αἱ μνῆμαι, καὶ τῶν μελλόντων ἐλπίδες ἀγαθαί, αἱ τοιαῦται δ᾽ ἡδεῖαι. καὶ θεωρημάτων δ᾽ εὐπορεῖ τῇ διανοίᾳ. συναλγεῖ τε καὶ συνήδεται μάλισθ᾽ ἑαυτῷ: πάντοτε γάρ ἐστι τὸ αὐτὸ λυπηρόν τε καὶ ἡδύ, καὶ οὐκ ἄλλοτ᾽ ἄλλο: ἀμεταμέλητος γὰρ ὡς εἰπεῖν. τῷ δὴ πρὸς αὑτὸν ἕκαστα τούτων ὑπάρχειν τῷ ἐπιεικεῖ, πρὸς δὲ τὸν φίλον ἔχειν ὥσπερ πρὸς αὑτόνἔστι γὰρ φίλος ἄλλος αὐτός), καὶ φιλία τούτων εἶναί τι δοκεῖ, καὶ φίλοι οἷς ταῦθ᾽ ὑπάρχει. πρὸς αὑτὸν δὲ πότερον ἔστιν οὐκ ἔστι φιλία, ἀφείσθω ἐπὶ τοῦ παρόντος: δόξειε δ᾽ ἂν ταύτῃ εἶναι φιλία, ἐστὶ δύο πλείω, ἐκ τῶν εἰρημένων,

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (H. Rackham)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: