previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ὠφέλιμον δὲ τὸ εὐεργετεῖσθαι. δυναμένῳ δὴ ἀνταποδοτέον τὴν ἀξίαν ὧν ἔπαθεν καὶ ἑκόντιἄκοντα γὰρ φίλον οὐ ποιητέον: ὡς δὴ διαμαρτόντα ἐν τῇ ἀρχῇ καὶ εὖ παθόντα ὑφ᾽ οὗ οὐκ ἔδειοὐ γὰρ ὑπὸ φίλου, οὐδὲ δι᾽ αὐτὸ τοῦτο δρῶντοςκαθάπερ οὖν ἐπὶ ῥητοῖς εὐεργετηθέντα διαλυτέον): καὶὁμολογήσαι δ᾽ἂν δυνάμενος ἀποδώσειν: ἀδυνατοῦντα δ᾽ οὐδ᾽ διδοὺς ἠξίωσεν ἄν. ὥστ᾽ εἰ δυνατόν, ἀποδοτέον. ἐν ἀρχῇ δ᾽ ἐπισκεπτέον ὑφ᾽ οὗ εὐεργετεῖται καὶ ἐπὶ τίνι, ὅπως ἐπὶ τούτοις ὑπομένῃ μή. ἀμφισβήτησιν δ᾽ ἔχει πότερα δεῖ τῇ τοῦ παθόντος ὠφελείᾳ μετρεῖν καὶ πρὸς ταύτην ποιεῖσθαι τὴν ἀνταπόδοσιν, τῇ τοῦ δράσαντος εὐεργεσίᾳ. οἱ μὲν γὰρ παθόντες τοιαῦτά φασι λαβεῖν παρὰ τῶν εὐεργετῶν μικρὰ ἦν ἐκείνοις καὶ ἐξῆν παρ᾽ ἑτέρων λαβεῖν, κατασμικρίζοντες: οἳ δ᾽ ἀνάπαλιν τὰ μέγιστα τῶν παρ᾽ αὑτοῖς, καὶ παρ᾽ ἄλλων οὐκ ἦν, καὶ ἐν κινδύνοις τοιαύταις χρείαις. ἆρ᾽ οὖν διὰ μὲν τὸ χρήσιμον τῆς φιλίας οὔσης τοῦ παθόντος ὠφέλεια μέτρον ἐστίν; οὗτος γὰρ δεόμενος, καὶ ἐπαρκεῖ αὐτῷ ὡς κομιούμενος τὴν ἴσην: τοσαύτη οὖν γεγένηται ἐπικουρία ὅσον οὗτος ὠφέληται, καὶ ἀποδοτέον δὴ αὐτῷ ὅσον ἐπηύρετο, καὶ πλέον: κάλλιον γάρ. ἐν δὲ ταῖς κατ᾽ ἀρετὴν ἐγκλήματα μὲν οὐκ ἔστιν, μέτρῳ δ᾽ ἔοικεν τοῦ δράσαντος προαίρεσις: τῆς ἀρετῆς γὰρ καὶ τοῦ ἤθους ἐν τῇ προαιρέσει τὸ κύριον.

διαφέρονται δὲ καὶ ἐν ταῖς καθ᾽ ὑπεροχὴν φιλίαις: ἀξιοῖ γὰρ ἑκάτερος πλέον ἔχειν, ὅταν δὲ τοῦτο γίνηται, διαλύεται φιλία. οἴεται γὰρ τε βελτίων προσήκειν αὑτῷ πλέον ἔχειν: τῷ γὰρ ἀγαθῷ νέμεσθαι πλέον: ὁμοίως δὲ καὶ ὠφελιμώτερος: ἀχρεῖον γὰρ ὄντα οὔ φασι δεῖν ἴσον ἔχειν: λειτουργίαν τε γὰρ γίνεσθαι καὶ οὐ φιλίαν, εἰ μὴ κατ᾽ ἀξίαν τῶν ἔργων ἔσται τὰ ἐκ τῆς φιλίας. οἴονται γάρ, καθάπερ ἐν χρημάτων κοινωνίᾳ πλεῖον λαμβάνουσιν οἱ συμβαλλόμενοι πλεῖον, οὕτω δεῖν καὶ ἐν τῇ φιλίᾳ. δ᾽ ἐνδεὴς καὶ χείρων ἀνάπαλιν: φίλου γὰρ ἀγαθοῦ εἶναι τὸ ἐπαρκεῖν τοῖς ἐνδεέσιν: τί γάρ, φασίν, ὄφελος σπουδαίῳ δυνάστῃ φίλον εἶναι, μηδέν γε μέλλοντα ἀπολαύειν;

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (H. Rackham)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: