previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

καὶ περὶ αὐτῶν τούτων ἀνώτερον ἐπιζητοῦσι καὶ φυσικώτερον, Εὐριπίδης μὲν φάσκων ἐρᾶν μὲν ὄμβρου γαῖαν ξηρανθεῖσαν, ἐρᾶν δὲ σεμνὸν οὐρανὸν πληρούμενον ὄμβρου πεσεῖν ἐς γαῖαν, καὶ Ἡράκλειτος τὸ ἀντίξουν συμφέρον καὶ ἐκ τῶν διαφερόντων καλλίστην ἁρμονίαν καὶ πάντα κατ᾽ ἔριν γίνεσθαι: ἐξ ἐναντίας δὲ τούτοις ἄλλοι τε καὶ Ἐμπεδοκλῆς: τὸ γὰρ ὅμοιον τοῦ ὁμοίου ἐφίεσθαι. τὰ μὲν οὖν φυσικὰ τῶν ἀπορημάτων ἀφείσθωοὐ γὰρ οἰκεῖα τῆς παρούσης σκέψεως): ὅσα δ᾽ ἐστὶν ἀνθρωπικὰ καὶ ἀνήκει εἰς τὰ ἤθη καὶ τὰ πάθη, ταῦτ᾽ ἐπισκεψώμεθα, οἷον πότερον ἐν πᾶσι γίνεται φιλία οὐχ οἷόν τε μοχθηροὺς ὄντας φίλους εἶναι, καὶ πότερον ἓν εἶδος τῆς φιλίας ἐστὶν πλείω. οἱ μὲν γὰρ ἓν οἰόμενοι, ὅτι ἐπιδέχεται τὸ μᾶλλον καὶ τὸ ἧττον, οὐχ ἱκανῷ πεπιστεύκασι σημείῳ: δέχεται γὰρ τὸ μᾶλλον καὶ τὸ ἧττον καὶ τὰ ἕτερα τῷ εἴδει. εἴρηται δ᾽ ὑπὲρ αὐτῶν ἔμπροσθεν.

τάχα δ᾽ ἂν γένοιτο περὶ αὐτῶν φανερὸν γνωρισθέντος τοῦ φιλητοῦ. δοκεῖ γὰρ οὐ πᾶν φιλεῖσθαι ἀλλὰ τὸ φιλητόν, τοῦτο δ᾽ εἶναι ἀγαθὸν ἡδὺ χρήσιμον: δόξειε δ᾽ ἂν χρήσιμον εἶναι δι᾽ οὗ γίνεται ἀγαθόν τι ἡδονή, ὥστε φιλητὰ ἂν εἴη τἀγαθόν τε καὶ τὸ ἡδὺ ὡς τέλη. πότερον οὖν τἀγαθὸν φιλοῦσιν τὸ αὑτοῖς ἀγαθόν; διαφωνεῖ γὰρ ἐνίοτε ταῦτα. ὁμοίως δὲ καὶ περὶ τὸ ἡδύ. δοκεῖ δὲ τὸ αὑτῷ ἀγαθὸν φιλεῖν ἕκαστος, καὶ εἶναι ἁπλῶς μὲν τἀγαθὸν φιλητόν, ἑκάστῳ δὲ τὸ ἑκάστῳ: φιλεῖ δ᾽ ἕκαστος οὐ τὸ ὂν αὑτῷ ἀγαθὸν ἀλλὰ τὸ φαινόμενον. διοίσει δ᾽ οὐδέν: ἔσται γὰρ τὸ φιλητὸν φαινόμενον. τριῶν δ᾽ ὄντων δι᾽ φιλοῦσιν, ἐπὶ μὲν τῇ τῶν ἀψύχων φιλήσει οὐ λέγεται φιλία: οὐ γάρ ἐστιν ἀντιφίλησις, οὐδὲ βούλησις ἐκείνῳ ἀγαθοῦγελοῖον γὰρ ἴσως τῷ οἴνῳ βούλεσθαι τἀγαθά, ἀλλ᾽ εἴπερ, σῴζεσθαι βούλεται αὐτόν, ἵνα αὐτὸς ἔχῃ): τῷ δὲ φίλῳ φασὶ δεῖν βούλεσθαι τἀγαθὰ ἐκείνου ἕνεκα. τοὺς δὲ βουλομένους οὕτω τἀγαθὰ εὔνους λέγουσιν, ἂν μὴ ταὐτὸ καὶ παρ᾽ ἐκείνου γίνηται: εὔνοιαν γὰρ ἐν ἀντιπεπονθόσι φιλίαν εἶναι. προσθετέον μὴ λανθάνουσαν; πολλοὶ γάρ εἰσιν εὖνοι οἷς οὐχ ἑωράκασιν, ὑπολαμβάνουσι δὲ ἐπιεικεῖς εἶναι χρησίμους:

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (H. Rackham)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: