previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

μεταπεισθεὶς ἂν ἐπαύσατο: νῦν δὲ ἄλλα πεπεισμένος οὐδὲν ἧττον ἄλλα πράττει. ἔτι εἰ περὶ πάντα ἀκρασία ἐστὶ καὶ ἐγκράτεια, τίς ἁπλῶς ἀκρατής; οὐδεὶς γὰρ ἁπάσας ἔχει τὰς ἀκρασίας, φαμὲν δ᾽ εἶναί τινας ἁπλῶς.

αἱ μὲν οὖν ἀπορίαι τοιαῦταί τινες συμβαίνουσιν, τούτων δὲ τὰ μὲν ἀνελεῖν δεῖ τὰ δὲ καταλιπεῖν: γὰρ λύσις τῆς ἀπορίας εὕρεσίς ἐστιν. πρῶτον μὲν οὖν σκεπτέον πότερον εἰδότες οὔ, καὶ πῶς εἰδότες: εἶτα περὶ ποῖα τὸν ἀκρατῆ καὶ τὸν ἐγκρατῆ θετέον, λέγω δὲ πότερον περὶ πᾶσαν ἡδονὴν καὶ λύπην περί τινας ἀφωρισμένας, καὶ τὸν ἐγκρατῆ καὶ τὸν καρτερικόν, πότερον αὐτὸς ἕτερός ἐστιν: ὁμοίως δὲ καὶ περὶ τῶν ἄλλων ὅσα συγγενῆ τῆς θεωρίας ἐστὶ ταύτης. ἔστι δ᾽ ἀρχὴ τῆς σκέψεως, πότερον ἐγκρατὴς καὶ ἀκρατής εἰσι τῷ περὶ τῷ ὣς ἔχοντες τὴν διαφοράν, λέγω δὲ πότερον τῷ περὶ ταδὶ εἶναι μόνον ἀκρατὴς ἀκρατής, οὒ ἀλλὰ τῷ ὥς, οὒ ἀλλ᾽ ἐξ ἀμφοῖν: ἔπειτ᾽ εἰ περὶ πάντ᾽ ἐστὶν ἀκρασία καὶ ἐγκράτεια οὔ. οὔτε γὰρ περὶ ἅπαντ᾽ ἐστὶν ἁπλῶς ἀκρατής, ἀλλὰ περὶ ἅπερ ἀκόλαστος, οὔτε τῷ πρὸς ταῦτα ἁπλῶς ἔχεινταὐτὸν γὰρ ἂν ἦν τῇ ἀκολασίᾳ), ἀλλὰ τῷ ὡδὶ ἔχειν. μὲν γὰρ ἄγεται προαιρούμενος, νομίζων ἀεὶ δεῖν τὸ παρὸν ἡδὺ διώκειν: δ᾽ οὐκ οἴεται μέν, διώκει δέ. περὶ μὲν οὖν τοῦ δόξαν ἀληθῆ ἀλλὰ μὴ ἐπιστήμην εἶναι παρ᾽ ἣν ἀκρατεύονται, οὐδὲν διαφέρει πρὸς τὸν λόγον: ἔνιοι γὰρ τῶν δοξαζόντων οὐ διστάζουσιν, ἀλλ᾽ οἴονται ἀκριβῶς εἰδέναι. εἰ οὖν διὰ τὸ ἠρέμα πιστεύειν οἱ δοξάζοντες μᾶλλον τῶν ἐπισταμένων παρὰ τὴν ὑπόληψιν πράξουσιν, οὐθὲν διοίσει ἐπιστήμη δόξης: ἔνιοι γὰρ πιστεύουσιν οὐδὲν ἧττον οἷς δοξάζουσιν ἕτεροι οἷς ἐπίστανται: δηλοῖ δ᾽ Ἡράκλειτος. ἀλλ᾽ ἐπεὶ διχῶς λέγομεν τὸ ἐπίστασθαικαὶ γὰρ ἔχων μὲν οὐ χρώμενος δὲ τῇ ἐπιστήμῃ καὶ χρώμενος λέγεται ἐπίστασθαι), διοίσει τὸ ἔχοντα μὲν μὴ θεωροῦντα δὲ καὶ τὸ θεωροῦντα μὴ δεῖ πράττειν τοῦ ἔχοντα καὶ θεωροῦντα: τοῦτο γὰρ δοκεῖ δεινόν, ἀλλ᾽ οὐκ εἰ μὴ θεωρῶν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (H. Rackham)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: