previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

καθ᾽ ἃς δὲ ἁπλῶς λέγεται ἀγαθός, οὐκ ἐνδέχεται: ἅμα γὰρ τῇ φρονήσει μιᾷ ὑπαρχούσῃ πᾶσαι ὑπάρξουσιν. δῆλον δέ, κἂν εἰ μὴ πρακτικὴ ἦν, ὅτι ἔδει ἂν αὐτῆς διὰ τὸ τοῦ μορίου ἀρετὴν εἶναι, καὶ ὅτι οὐκ ἔσται προαίρεσις ὀρθὴ ἄνευ φρονήσεως οὐδ᾽ ἄνευ ἀρετῆς: μὲν γὰρ τὸ τέλος δὲ τὰ πρὸς τὸ τέλος ποιεῖ πράττειν. ἀλλὰ μὴν οὐδὲ κυρία γ᾽ ἐστὶ τῆς σοφίας οὐδὲ τοῦ βελτίονος μορίου, ὥσπερ οὐδὲ τῆς ὑγιείας ἰατρική: οὐ γὰρ χρῆται αὐτῇ, ἀλλ᾽ ὁρᾷ ὅπως γένηται: ἐκείνης οὖν ἕνεκα ἐπιτάττει, ἀλλ᾽ οὐκ ἐκείνῃ. ἔτι ὅμοιον κἂν εἴ τις τὴν πολιτικὴν φαίη ἄρχειν τῶν θεῶν, ὅτι ἐπιτάττει περὶ πάντα τὰ ἐν τῇ πόλει.

Book 7

μετὰ δὲ ταῦτα λεκτέον, ἄλλην ποιησαμένους ἀρχήν, ὅτι τῶν περὶ τὰ ἤθη φευκτῶν τρία ἐστὶν εἴδη, κακία ἀκρασία θηριότης. τὰ δ᾽ ἐναντία τοῖς μὲν δυσὶ δῆλα: τὸ μὲν γὰρ ἀρετὴν τὸ δ᾽ ἐγκράτειαν καλοῦμεν: πρὸς δὲ τὴν θηριότητα μάλιστ᾽ ἂν ἁρμόττοι λέγειν τὴν ὑπὲρ ἡμᾶς ἀρετήν, ἡρωικήν τινα καὶ θείαν, ὥσπερ Ὅμηρος περὶ τοῦ Ἕκτορος πεποίηκε λέγοντα τὸν Πρίαμον ὅτι σφόδρα ἦν ἀγαθός, “οὐδὲ ἐῴκει
ἀνδρός γε θνητοῦ πάις ἔμμεναι ἀλλὰ θεοῖο.

1 ὥστ᾽ εἰ, καθάπερ φασίν, ἐξ ἀνθρώπων γίνονται θεοὶ δι᾽ ἀρετῆς ὑπερβολήν, τοιαύτη τις ἂν εἴη δῆλον ὅτι τῇ θηριώδει ἀντιτιθεμένη ἕξις: καὶ γὰρ ὥσπερ οὐδὲ θηρίου ἐστὶ κακία οὐδ᾽ ἀρετή, οὕτως οὐδὲ θεοῦ, ἀλλ᾽ μὲν τιμιώτερον ἀρετῆς, δ᾽ ἕτερόν τι γένος κακίας. ἐπεὶ δὲ σπάνιον καὶ τὸ θεῖον ἄνδρα εἶναι, καθάπερ οἱ Λάκωνες εἰώθασι προσαγορεύειν, οἳ ὅταν ἀγασθῶσι σφόδρα του, σεῖος ἀνήρ φασιν, οὕτω καὶ θηριώδης ἐν τοῖς ἀνθρώποις σπάνιος: μάλιστα δ᾽ ἐν τοῖς βαρβάροις ἐστίν, γίνεται δ᾽ ἔνια καὶ διὰ νόσους καὶ πηρώσεις: καὶ τοὺς διὰ κακίαν δὲ τῶν ἀνθρώπων ὑπερβάλλοντας οὕτως ἐπιδυσφημοῦμεν. ἀλλὰ περὶ μὲν τῆς διαθέσεως τῆς τοιαύτης ὕστερον ποιητέον τινὰ μνείαν, περὶ δὲ κακίας εἴρηται πρότερον: περὶ δὲ ἀκρασίας καὶ μαλακίας καὶ τρυφῆς λεκτέον, καὶ περὶ ἐγκρατείας καὶ καρτερίας:

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (H. Rackham)
hide References (1 total)
  • Cross-references in notes from this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: