previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ὅμοιά ἐστι τοῖς μέτροις: οὐ γὰρ πανταχοῦ ἴσα τὰ οἰνηρὰ καὶ σιτηρὰ μέτρα, ἀλλ᾽ οὗ μὲν ὠνοῦνται, μείζω, οὗ δὲ πωλοῦσιν, ἐλάττω. ὁμοίως δὲ καὶ τὰ μὴ φυσικὰ ἀλλ᾽ ἀνθρώπινα δίκαια οὐ ταὐτὰ πανταχοῦ, ἐπεὶ οὐδ᾽ αἱ πολιτεῖαι, ἀλλὰ μία μόνον πανταχοῦ κατὰ φύσιν ἀρίστη. τῶν δὲ δικαίων καὶ νομίμων ἕκαστον ὡς τὰ καθόλου πρὸς τὰ καθ᾽ ἕκαστα ἔχει: τὰ μὲν γὰρ πραττόμενα πολλά, ἐκείνων δ᾽ ἕκαστον ἕν: καθόλου γάρ. διαφέρει δὲ τὸ ἀδίκημα καὶ τὸ ἄδικον καὶ τὸ δικαίωμα καὶ τὸ δίκαιον: ἄδικον μὲν γάρ ἐστι τῇ φύσει τάξει: αὐτὸ δὲ τοῦτο, ὅταν πραχθῇ, ἀδίκημά ἐστι, πρὶν δὲ πραχθῆναι, οὔπω, ἀλλ᾽ ἄδικον. ὁμοίως δὲ καὶ δικαίωμα: καλεῖται δὲ μᾶλλον δικαιοπράγημα τὸ κοινόν, δικαίωμα δὲ τὸ ἐπανόρθωμα τοῦ ἀδικήματος. καθ᾽ ἕκαστον δὲ αὐτῶν, ποῖά τε εἴδη καὶ πόσα καὶ περὶ ποῖα τυγχάνει ὄντα, ὕστερον ἐπισκεπτέον. ὄντων δὲ τῶν δικαίων καὶ ἀδίκων τῶν εἰρημένων, ἀδικεῖ μὲν καὶ δικαιοπραγεῖ ὅταν ἑκών τις αὐτὰ πράττῃ: ὅταν δ᾽ ἄκων, οὔτ᾽ ἀδικεῖ οὔτε δικαιοπραγεῖ ἀλλ᾽ κατὰ συμβεβηκός: οἷς γὰρ συμβέβηκε δικαίοις εἶναι ἀδίκοις, πράττουσιν. ἀδίκημα δὲ καὶ δικαιοπράγημα ὥρισται τῷ ἑκουσίῳ καὶ ἀκουσίῳ: ὅταν γὰρ ἑκούσιον , ψέγεται, ἅμα δὲ καὶ ἀδίκημα τότ᾽ ἐστίν: ὥστ᾽ ἔσται τι ἄδικον μὲν ἀδίκημα δ᾽ οὔπω, ἂν μὴ τὸ ἑκούσιον προσῇ. λέγω δ᾽ ἑκούσιον μέν, ὥσπερ καὶ πρότερον εἴρηται, ἄν τις τῶν ἐφ᾽ αὑτῷ ὄντων εἰδὼς καὶ μὴ ἀγνοῶν πράττῃ μήτε ὃν μήτε μήτε οὗ ἕνεκα, οἷον τίνα τύπτει καὶ τίνι καὶ τίνος ἕνεκα, κἀκείνων ἕκαστον μὴ κατὰ συμβεβηκὸς μηδὲ βίᾳὥσπερ εἴ τις λαβὼν τὴν χεῖρα αὐτοῦ τύπτοι ἕτερον, οὐχ ἑκών: οὐ γὰρ ἐπ᾽ αὐτῷ): ἐνδέχεται δὲ τὸν τυπτόμενον πατέρα εἶναι, τὸν δ᾽ ὅτι μὲν ἄνθρωπος τῶν παρόντων τις γινώσκειν, ὅτι δὲ πατὴρ ἀγνοεῖν: ὁμοίως δὲ τὸ τοιοῦτον διωρίσθω καὶ ἐπὶ τοῦ οὗ ἕνεκα, καὶ περὶ τὴν πρᾶξιν ὅλην. τὸ δὴ ἀγνοούμενον, μὴ ἀγνοούμενον μὲν μὴ ἐπ᾽ αὐτῷ δ᾽ ὄν, βίᾳ, ἀκούσιον. πολλὰ γὰρ καὶ τῶν φύσει ὑπαρχόντων

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (H. Rackham)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: