previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

οἷον ὡς τοῦ α πρὸς τὴν τοῦ β, οὕτως τοῦ β πρὸς τὴν τοῦ γ. δὶς οὖν τοῦ β εἴρηται: ὥστ᾽ ἐὰν τοῦ β τεθῇ δίς, τέτταρα ἔσται τὰ ἀνάλογα. ἔστι δὲ καὶ τὸ δίκαιον ἐν τέτταρσιν ἐλαχίστοις, καὶ λόγος αὐτός: διῄρηται γὰρ ὁμοίως οἷς τε καὶ . ἔσται ἄρα ὡς α ὅρος πρὸς τὸν β, οὕτως γ πρὸς τὸν δ, καὶ ἐναλλὰξ ἄρα, ὡς α πρὸς τὸν γ, β πρὸς τὸν δ. ὥστε καὶ τὸ ὅλον πρὸς τὸ ὅλον: ὅπερ νομὴ συνδυάζει, κἂν οὕτω συντεθῇ, δικαίως συνδυάζει. ἄρα τοῦ α ὅρου τῷ γ καὶ τοῦ β τῷ δ σύζευξις τὸ ἐν διανομῇ δίκαιόν ἐστι, καὶ μέσον τὸ δίκαιον τοῦτ᾽ ἐστί, τὸ δ᾽ ἄδικον τὸ παρὰ τὸ ἀνάλογον: τὸ γὰρ ἀνάλογον μέσον, τὸ δὲ δίκαιον ἀνάλογον. καλοῦσι δὲ τὴν τοιαύτην ἀναλογίαν γεωμετρικὴν οἱ μαθηματικοί: ἐν γὰρ τῇ γεωμετρικῇ συμβαίνει καὶ τὸ ὅλον πρὸς τὸ ὅλον ὅπερ ἑκάτερον πρὸς ἑκάτερον. ἔστι δ᾽ οὐ συνεχὴς αὕτη ἀναλογία: οὐ γὰρ γίνεται εἷς ἀριθμῷ ὅρος, καὶ . τὸ μὲν οὖν δίκαιον τοῦτο, τὸ ἀνάλογον: τὸ δ᾽ ἄδικον τὸ παρὰ τὸ ἀνάλογον. γίνεται ἄρα τὸ μὲν πλέον τὸ δ᾽ ἔλαττον, ὅπερ καὶ ἐπὶ τῶν ἔργων συμβαίνει: μὲν γὰρ ἀδικῶν πλέον ἔχει, δ᾽ ἀδικούμενος ἔλαττον τοῦ ἀγαθοῦ. ἐπὶ δὲ τοῦ κακοῦ ἀνάπαλιν: ἐν ἀγαθοῦ γὰρ λόγῳ γίνεται τὸ ἔλαττον κακὸν πρὸς τὸ μεῖζον κακόν: ἔστι γὰρ τὸ ἔλαττον κακὸν μᾶλλον αἱρετὸν τοῦ μείζονος, τὸ δ᾽ αἱρετὸν ἀγαθόν, καὶ τὸ μᾶλλον μεῖζον. τὸ μὲν οὖν ἓν εἶδος τοῦ δικαίου τοῦτ᾽ ἐστίν.

τὸ δὲ λοιπὸν ἓν τὸ διορθωτικόν, γίνεται ἐν τοῖς συναλλάγμασι καὶ τοῖς ἑκουσίοις καὶ τοῖς ἀκουσίοις. τοῦτο δὲ τὸ δίκαιον ἄλλο εἶδος ἔχει τοῦ πρότερον. τὸ μὲν γὰρ διανεμητικὸν δίκαιον τῶν κοινῶν ἀεὶ κατὰ τὴν ἀναλογίαν ἐστὶ τὴν εἰρημένην: καὶ γὰρ ἀπὸ χρημάτων κοινῶν ἐὰν γίνηται διανομή, ἔσται κατὰ τὸν λόγον τὸν αὐτὸν ὅνπερ ἔχουσι πρὸς ἄλληλα τὰ εἰσενεχθέντα: καὶ τὸ ἄδικον τὸ ἀντικείμενον τῷ δικαίῳ τούτῳ τὸ παρὰ τὸ ἀνάλογόν ἐστιν. τὸ δ᾽ ἐν τοῖς συναλλάγμασι δίκαιον ἐστὶ μὲν ἴσον τι, καὶ τὸ ἄδικον ἄνισον,

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (H. Rackham)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: