previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἄμφω γὰρ ἐν τῷ πρὸς ἕτερον ἔχουσι τὴν δύναμιν, ἀλλ᾽ μὲν περὶ τιμὴν χρήματα σωτηρίαν, εἴ τινι ἔχοιμεν ἑνὶ ὀνόματι περιλαβεῖν ταῦτα πάντα, καὶ δι᾽ ἡδονὴν τὴν ἀπὸ τοῦ κέρδους, δὲ περὶ ἅπαντα περὶ ὅσα σπουδαῖος.

ὅτι μὲν οὖν εἰσὶν αἱ δικαιοσύναι πλείους, καὶ ὅτι ἔστι τις καὶ ἑτέρα παρὰ τὴν ὅλην ἀρετήν, δῆλον: τίς δὲ καὶ ποία τις, ληπτέον. διώρισται δὴ τὸ ἄδικον τό τε παράνομον καὶ τὸ ἄνισον, τὸ δὲ δίκαιον τό τε νόμιμον καὶ τὸ ἴσον. κατὰ μὲν οὖν τὸ παράνομον πρότερον εἰρημένη ἀδικία ἐστίν. ἐπεὶ δὲ τὸ ἄνισον καὶ τὸ παράνομον οὐ ταὐτὸν ἀλλ᾽ ἕτερον ὡς μέρος πρὸς ὅλοντὸ μὲν γὰρ ἄνισον ἅπαν παράνομον, τὸ δὲ παράνομον οὐχ ἅπαν ἄνισον), καὶ τὸ ἄδικον καὶ ἀδικία οὐ ταὐτὰ ἀλλ᾽ ἕτερα ἐκείνων, τὰ μὲν ὡς μέρη τὰ δ᾽ ὡς ὅλα: μέρος γὰρ αὕτη ἀδικία τῆς ὅλης ἀδικίας, ὁμοίως δὲ καὶ δικαιοσύνη τῆς δικαιοσύνης. ὥστε καὶ περὶ τῆς ἐν μέρει δικαιοσύνης καὶ περὶ τῆς ἐν μέρει ἀδικίας λεκτέον, καὶ τοῦ δικαίου καὶ ἀδίκου ὡσαύτως. μὲν οὖν κατὰ τὴν ὅλην ἀρετὴν τεταγμένη δικαιοσύνη καὶ ἀδικία, μὲν τῆς ὅλης ἀρετῆς οὖσα χρῆσις πρὸς ἄλλον δὲ τῆς κακίας, ἀφείσθω. καὶ τὸ δίκαιον δὲ καὶ τὸ ἄδικον τὸ κατὰ ταύτας φανερὸν ὡς διοριστέον: σχεδὸν γὰρ τὰ πολλὰ τῶν νομίμων τὰ ἀπὸ τῆς ὅλης ἀρετῆς προσταττόμενά ἐστιν: καθ᾽ ἑκάστην γὰρ ἀρετὴν προστάττει ζῆν καὶ καθ᾽ ἑκάστην μοχθηρίαν κωλύει νόμος. τὰ δὲ ποιητικὰ τῆς ὅλης ἀρετῆς ἐστὶ τῶν νομίμων ὅσα νενομοθέτηται περὶ παιδείαν τὴν πρὸς τὸ κοινόν. περὶ δὲ τῆς καθ᾽ ἕκαστον παιδείας, καθ᾽ ἣν ἁπλῶς ἀνὴρ ἀγαθός ἐστι, πότερον τῆς πολιτικῆς ἐστὶν ἑτέρας, ὕστερον διοριστέον: οὐ γὰρ ἴσως ταὐτὸν ἀνδρί τ᾽ ἀγαθῷ εἶναι καὶ πολίτῃ παντί. τῆς δὲ κατὰ μέρος δικαιοσύνης καὶ τοῦ κατ᾽ αὐτὴν δικαίου ἓν μέν ἐστιν εἶδος τὸ ἐν ταῖς διανομαῖς τιμῆς χρημάτων τῶν ἄλλων ὅσα μεριστὰ τοῖς κοινωνοῦσι τῆς πολιτείαςἐν τούτοις γὰρ ἔστι καὶ ἄνισον ἔχειν καὶ ἴσον ἕτερον ἑτέρου),

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (H. Rackham)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: