previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

οἷον γάμος καὶ εἴ τι τοιοῦτον, καὶ εἰ περί τι πᾶσα πόλις σπουδάζει οἱ ἐν ἀξιώματι, καὶ περὶ ξένων δὲ ὑποδοχὰς καὶ ἀποστολάς, καὶ δωρεὰς καὶ ἀντιδωρεάς: οὐ γὰρ εἰς ἑαυτὸν δαπανηρὸς μεγαλοπρεπὴς ἀλλ᾽ εἰς τὰ κοινά, τὰ δὲ δῶρα τοῖς ἀναθήμασιν ἔχει τι ὅμοιον. μεγαλοπρεποῦς δὲ καὶ οἶκον κατασκευάσασθαι πρεπόντως τῷ πλούτῳκόσμος γάρ τις καὶ οὗτος), καὶ περὶ ταῦτα μᾶλλον δαπανᾶν ὅσα πολυχρόνια τῶν ἔργωνκάλλιστα γὰρ ταῦτα), καὶ ἐν ἑκάστοις τὸ πρέπον: οὐ γὰρ ταὐτὰ ἁρμόζει θεοῖς καὶ ἀνθρώποις, οὐδ᾽ ἐν ἱερῷ καὶ τάφῳ. καὶ ἐπεὶ τῶν δαπανημάτων ἕκαστον μέγα ἐν τῷ γένει, καὶ μεγαλοπρεπέστατον ἁπλῶς μὲν τὸ ἐν μεγάλῳ μέγα, ἐνταῦθα δὲ τὸ ἐν τούτοις μέγα, καὶ διαφέρει τὸ ἐν τῷ ἔργῳ μέγα τοῦ ἐν τῷ δαπανήματι: σφαῖρα μὲν γὰρ καλλίστη λήκυθος μεγαλοπρέπειαν ἔχει παιδικοῦ δώρου, δὲ τούτου τιμὴ μικρὸν καὶ ἀνελεύθερον: διὰ τοῦτό ἐστι τοῦ μεγαλοπρεποῦς, ἐν ἂν ποιῇ γένει, μεγαλοπρεπῶς ποιεῖντὸ γὰρ τοιοῦτον οὐκ εὐυπέρβλητονκαὶ ἔχον κατ᾽ ἀξίαν τοῦ δαπανήματος. τοιοῦτος μὲν οὖν μεγαλοπρεπής: δ᾽ ὑπερβάλλων καὶ βάναυσος τῷ παρὰ τὸ δέον ἀναλίσκειν ὑπερβάλλει, ὥσπερ εἴρηται. ἐν γὰρ τοῖς μικροῖς τῶν δαπανημάτων πολλὰ ἀναλίσκει καὶ λαμπρύνεται παρὰ μέλος, οἷον ἐρανιστὰς γαμικῶς ἑστιῶν, καὶ κωμῳδοῖς χορηγῶν ἐν τῇ παρόδῳ πορφύραν εἰσφέρων, ὥσπερ οἱ Μεγαροῖ. καὶ πάντα τὰ τοιαῦτα ποιήσει οὐ τοῦ καλοῦ ἕνεκα, ἀλλὰ τὸν πλοῦτον ἐπιδεικνύμενος, καὶ διὰ ταῦτα οἰόμενος θαυμάζεσθαι, καὶ οὗ μὲν δεῖ πολλὰ ἀναλῶσαι, ὀλίγα δαπανῶν, οὗ δ᾽ ὀλίγα, πολλά. δὲ μικροπρεπὴς περὶ πάντα ἐλλείψει, καὶ τὰ μέγιστα ἀναλώσας ἐν μικρῷ τὸ καλὸν ἀπολεῖ, καὶ τι ἂν ποιῇ μέλλων καὶ σκοπῶν πῶς ἂν ἐλάχιστον ἀναλώσαι, καὶ ταῦτ᾽ ὀδυρόμενος, καὶ πάντ᾽ οἰόμενος μείζω ποιεῖν δεῖ. εἰσὶ μὲν οὖν αἱ ἕξεις αὗται κακίαι, οὐ μὴν ὀνείδη γ᾽ ἐπιφέρουσι διὰ τὸ μήτε βλαβεραὶ τῷ πέλας εἶναι μήτε λίαν ἀσχήμονες.

δὲ μεγαλοψυχία περὶ μεγάλα μὲν καὶ ἐκ τοῦ ὀνόματος ἔοικεν εἶναι, περὶ ποῖα δ᾽ ἐστὶ πρῶτον λάβωμεν:

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (H. Rackham)
hide References (2 total)
  • Commentary references to this page (2):
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Oedipus Tyrannus, 1-150
    • W. Walter Merry, James Riddell, D. B. Monro, Commentary on the Odyssey (1886), 1.226
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: