previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

οὐδὲ τοὺς λυπουμένους ἐπὶ χρήμασιν φίλοις. περὶ δὲ τὰς σωματικὰς εἴη ἂν σωφροσύνη, οὐ πάσας δὲ οὐδὲ ταύτας: οἱ γὰρ χαίροντες τοῖς διὰ τῆς ὄψεως, οἷον χρώμασι καὶ σχήμασι καὶ γραφῇ, οὔτε σώφρονες οὔτε ἀκόλαστοι λέγονται: καίτοι δόξειεν ἂν εἶναι καὶ ὡς δεῖ χαίρειν καὶ τούτοις, καὶ καθ᾽ ὑπερβολὴν καὶ ἔλλειψιν. ὁμοίως δὲ καὶ ἐν τοῖς περὶ τὴν ἀκοήν: τοὺς γὰρ ὑπερβεβλημένως χαίροντας μέλεσιν ὑποκρίσει οὐθεὶς ἀκολάστους λέγει, οὐδὲ τοὺς ὡς δεῖ σώφρονας. οὐδὲ τοὺς περὶ τὴν ὀσμήν, πλὴν κατὰ συμβεβηκός: τοὺς γὰρ χαίροντας μήλων ῥόδων θυμιαμάτων ὀσμαῖς οὐ λέγομεν ἀκολάστους, ἀλλὰ μᾶλλον τοὺς μύρων ὄψων: χαίρουσι γὰρ τούτοις οἱ ἀκόλαστοι, ὅτι διὰ τούτων ἀνάμνησις γίνεται αὐτοῖς τῶν ἐπιθυμημάτων. ἴδοι δ᾽ ἄν τις καὶ τοὺς ἄλλους, ὅταν πεινῶσι, χαίροντας ταῖς τῶν βρωμάτων ὀσμαῖς: τὸ δὲ τοιούτοις χαίρειν ἀκολάστου: τούτῳ γὰρ ἐπιθυμήματα ταῦτα. οὐκ ἔστι δὲ οὐδ᾽ ἐν τοῖς ἄλλοις ζῴοις κατὰ ταύτας τὰς αἰσθήσεις ἡδονὴ πλὴν κατὰ συμβεβηκός. οὐδὲ γὰρ ταῖς ὀσμαῖς τῶν λαγωῶν αἱ κύνες χαίρουσιν ἀλλὰ τῇ βρώσει, τὴν δ᾽ αἴσθησιν ὀσμὴ ἐποίησεν: οὐδ᾽ λέων τῇ φωνῇ τοῦ βοὸς ἀλλὰ τῇ ἐδωδῇ: ὅτι δ᾽ ἐγγύς ἐστι, διὰ τῆς φωνῆς ᾔσθετο, καὶ χαίρειν δὴ ταύτῃ φαίνεται: ὁμοίως δ᾽ οὐδ᾽ ἰδὼν εὑρὼν ἔλαφον ἄγριον αἶγα,” ἀλλ᾽ ὅτι βορὰν ἕξει. περὶ τὰς τοιαύτας δ᾽ ἡδονὰς σωφροσύνη καὶ ἀκολασία ἐστὶν ὧν καὶ τὰ λοιπὰ ζῷα κοινωνεῖ, ὅθεν ἀνδραποδώδεις καὶ θηριώδεις φαίνονται: αὗται δ᾽ εἰσὶν ἁφὴ καὶ γεῦσις. φαίνονται δὲ καὶ τῇ γεύσει ἐπὶ μικρὸν οὐθὲν χρῆσθαι: τῆς γὰρ γεύσεώς ἐστιν κρίσις τῶν χυμῶν, ὅπερ ποιοῦσιν οἱ τοὺς οἴνους δοκιμάζοντες καὶ τὰ ὄψα ἀρτύοντες: οὐ πάνυ δὲ χαίρουσι τούτοις, οὐχ οἵ γε ἀκόλαστοι, ἀλλὰ τῇ ἀπολαύσει, γίνεται πᾶσα δι᾽ ἁφῆς καὶ ἐν σιτίοις καὶ ἐν ποτοῖς καὶ τοῖς ἀφροδισίοις λεγομένοις. διὸ καὶ ηὔξατό τις ὀψοφάγος ὢν τὸν φάρυγγα αὑτῷ μακρότερον γεράνου γενέσθαι, ὡς ἡδόμενος τῇ ἁφῇ.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (H. Rackham)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: