previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ὅλως μὲν οὖν δόξῃ ταὐτὸν ἴσως οὐδὲ λέγει οὐδείς. ἀλλ᾽ οὐδὲ τινί: τῷ γὰρ προαιρεῖσθαι τἀγαθὰ τὰ κακὰ ποιοί τινές ἐσμεν, τῷ δὲ δοξάζειν οὔ. καὶ προαιρούμεθα μὲν λαβεῖν φυγεῖν τι τῶν τοιούτων, δοξάζομεν δὲ τί ἐστιν τίνι συμφέρει πῶς: λαβεῖν δ᾽ φυγεῖν οὐ πάνυ δοξάζομεν. καὶ μὲν προαίρεσις ἐπαινεῖται τῷ εἶναι οὗ δεῖ μᾶλλον τῷ ὀρθῶς, δὲ δόξα τῷ ὡς ἀληθῶς. καὶ προαιρούμεθα μὲν μάλιστα ἴσμεν ἀγαθὰ ὄντα, δοξάζομεν δὲ οὐ πάνυ ἴσμεν: δοκοῦσι δὲ οὐχ οἱ αὐτοὶ προαιρεῖσθαί τε ἄριστα καὶ δοξάζειν, ἀλλ᾽ ἔνιοι δοξάζειν μὲν ἄμεινον, διὰ κακίαν δ᾽ αἱρεῖσθαι οὐχ δεῖ. εἰ δὲ προγίνεται δόξα τῆς προαιρέσεως παρακολουθεῖ, οὐδὲν διαφέρει: οὐ τοῦτο γὰρ σκοποῦμεν, ἀλλ᾽ εἰ ταὐτόν ἐστι δόξῃ τινί. τί οὖν ποῖόν τι ἐστίν, ἐπειδὴ τῶν εἰρημένων οὐθέν; ἑκούσιον μὲν δὴ φαίνεται, τὸ δ᾽ ἑκούσιον οὐ πᾶν προαιρετόν. ἀλλ᾽ ἆρά γε τὸ προβεβουλευμένον; γὰρ προαίρεσις μετὰ λόγου καὶ διανοίας. ὑποσημαίνειν δ᾽ ἔοικε καὶ τοὔνομα ὡς ὂν πρὸ ἑτέρων αἱρετόν.

βουλεύονται δὲ πότερον περὶ πάντων, καὶ πᾶν βουλευτόν ἐστιν, περὶ ἐνίων οὐκ ἔστι βουλή; λεκτέον δ᾽ ἴσως βουλευτὸν οὐχ ὑπὲρ οὗ βουλεύσαιτ᾽ ἄν τις ἠλίθιος μαινόμενος, ἀλλ᾽ ὑπὲρ ὧν νοῦν ἔχων. περὶ δὴ τῶν ἀιδίων οὐδεὶς βουλεύεται, οἷον περὶ τοῦ κόσμου τῆς διαμέτρου καὶ τῆς πλευρᾶς, ὅτι ἀσύμμετροι. ἀλλ᾽ οὐδὲ περὶ τῶν ἐν κινήσει, ἀεὶ δὲ κατὰ ταὐτὰ γινομένων, εἴτ᾽ ἐξ ἀνάγκης εἴτε καὶ φύσει διά τινα αἰτίαν ἄλλην, οἷον τροπῶν καὶ ἀνατολῶν. οὐδὲ περὶ τῶν ἄλλοτε ἄλλως, οἷον αὐχμῶν καὶ ὄμβρων. οὐδὲ περὶ τῶν ἀπὸ τύχης, οἷον θησαυροῦ εὑρέσεως. ἀλλ᾽ οὐδὲ περὶ τῶν ἀνθρωπίνων ἁπάντων, οἷον πῶς ἂν Σκύθαι ἄριστα πολιτεύοιντο οὐδεὶς Λακεδαιμονίων βουλεύεται. οὐ γὰρ γένοιτ᾽ ἂν τούτων οὐθὲν δι᾽ ἡμῶν. βουλευόμεθα δὲ περὶ τῶν ἐφ᾽ ἡμῖν καὶ πρακτῶν: ταῦτα δὲ καὶ ἔστι λοιπά. αἰτίαι γὰρ δοκοῦσιν εἶναι φύσις καὶ ἀνάγκη καὶ τύχη, ἔτι δὲ νοῦς καὶ πᾶν τὸ δι᾽ ἀνθρώπου. τῶν δ᾽ ἀνθρώπων ἕκαστοι βουλεύονται περὶ τῶν δι᾽ αὑτῶν πρακτῶν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (H. Rackham)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: